ΜΗΤΕΡΑΝ ΤΙΜΗΣΩΜΕΝ

Page 1

ΜΗΤΕΡΑΝ ΤΙΜΗΣΩΜΕΝ Σύνταξις κειμένων ὑπὸ Χρῆστου Παν. Νανέρη Γρεβενά, 2022
ΜΗΤΕΡΑΝΤΙΜΗΣΩΜΕΝ 2 ΚύριεἡμῶνἸησοῦΧριστὲἐλέησοντούςδούλουςΣου, Χρῆστον,ΔήμητρακαίἌνναν.

ὉΚανονάρχης·

(ἐκφώνως) Πρόσχωμεν! Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε!

(εἶταἀναγινώσκει) Σήμερον ἡ Ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ

ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα

τῷ

κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ

ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων

ἐκραύγαζε. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν

Σωτῆρα τῶν ψυχῶν ἡμῶν. 1

ὉΧορός·ψάλλειτόΚοινωνικόνμετάστίχωνἐκτῆςἐκλογής ψαλμῶνεἰςτὴνὙπαπαντὴντοῦΣωτῆροςἡμῶνἸησοῦ Χριστοῦ, εἰςἦχονα΄.

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

Στίχ. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Στίχ. Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Στίχ. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Στίχ. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ

διαχρύσῳ, περιβεβλημένη πεποικιλμένη.

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε εἰς μακρότητα

ἡμερῶν.

Στίχ. Ἅγιος ὁ ναός σου θαυμαστὸς ἐν δικαιοσύνει.

ΚαίπάλιντόΚοινωνικὸν.

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

1 ΘΕΟΤΟΚΙΟΝ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ, ΗΧΟΣ Δ', Β΄ ΦΕΒΡΟΥΑΡΙΟΥ.

ΜΗΤΕΡΑΝΤΙΜΗΣΩΜΕΝ 3
[ΤΕΛΟΣ]

ΜΗΤΕΡΑΝΤΙΜΗΣΩΜΕΝ

ὉΚανονάρχηςἀναγινώσκει·

Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης

ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾶ, πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν

τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής· οὗτός ἐστιν

ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα

καὶ πλούσιον ἔλεος. 2

ὉΧορός·ψάλλειτάτροπάρια· 3 Ἦχος δ'. Κατέπλαγη Ἰωσὴφ.

Ἐν ἀγκάλαις τῆς Μητρός, * Υἱὸς Θεοῦ ὁ σαρκωθείς, *

προσηνέχθη τῷ Ναῷ, * καθάπερ οἴκῳ τοῦ Πατρός, * καὶ

Συμεὼν ὑπεδέξατο ὁ πρεσβύτης, * στέργειν τελευτᾶν, *

ἑωρακὼς τὸν Χριστόν, * ὡς ἦν αὐτῷ γνωστὸν * ὑπὸ τοῦ Πνεύματος, * χρηματισμὸν ὡς ἔλαβε μηνῦσαι, * πτῶσιν

πολλῶν καὶ Ἀνάστασιν, * δόξα Κυρίου, φῶς ἐν τῷ κόσμῳ, *

ἐφάνη ἡ Θεοτόκος.

Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Καταπλήττει μου τὸν νοῦν, * τὰ Σὰ μυστήρια ἁγνή, * καὶ

ἐξιστᾷ τὸν λογισμόν, * πάντα Παρθένε τὰ ἐν Σοί, * ὅτι

παρθένος πρὸ τόκου καὶ ἐν τῷ τόκῳ, * καὶ πάλιν μετ’ αὐτὸν *

παρθένος ἔμεινας, * Θεὸν γὰρ ἐν σαρκὶ * ἡμῖν ἐγέννησας, * καὶ

ἐκ μαστῶν Σου γάλακτι ἐξέθρεψας, * τὸν τροφοδότην τῆς

κτίσεως, * Αὐτὸν δυσώπει, ἡμῖν εἰρήνην * καὶ σωτηρίαν

δωρήσασθαι.

Στίχ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.

Ἀκατάληπτα τὰ Σά, * καὶ ἀνερμήνευτα ἁγνή, * πῶς

Παρθένος ἀληθής, * ἅμα καὶ Μήτηρ ἀψευδής, * θαῦμα

θαυμάτων τετέλεσται ἐν Σοὶ Κόρη, * ὁ γὰρ ἐκ μηδενός, *

δημιουργήσας τὸ πᾶν, * ἐκ Σοῦ θεοπρεπῶς, * ἄνευ σπορᾶς

γεννηθείς, * τὸ προλεχθὲν τεράστιον τὸ θεῖον, * ὡς οὖδεν

Οὗτος εἰργάσαντο, * ἀλλ’ ὦ Παρθένε, Σὴν κληρουχίαν * περιφρούρει καὶ φύλαττε.

2 ΠΡΟΕΟΡΤΙΟΝ ΙΔΙΟΜΕΛΟΝ, ΗΧΟΣ Β'

3 ΚΑΘΙΣΜΑΤΑ ΤΟΥ ΟΡΘΡΟΥ ΕΚ ΤΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΤΗΣ ΠΑΝΑΓΙΑΣ, ΤΟ ΠΡΩΤΟΝ ΤΟΥ ΑΞΙΟΝ

ΕΣΤΙ, ΙΑ΄ ΙΟΥΝΙΟΥ, ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΗΣ ΜΥΡΤΙΩΤΙΣΣΑΣ ΘΕΡΜΟΥ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ, Ι΄

ΙΟΥΛΙΟΥ ΚΑΙ ΤΟ ΤΡΙΤΟΝ ΤΗΣ ΟΔΗΓΗΤΡΙΑΣ Ι. Μ. ΞΕΝΟΦΩΝΤΟΣ, Α΄ ΚΥΡΙΑΚΗ ΤΟΥ ΟΚΤΩΒΡΙΟΥ

4
[ΤΕΛΟΣ]
ΝΕΑ

ὉΚανονάρχης·

(ἐκφώνως) Πρόσχωμεν! Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ,

ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν!

(εἶταἀναγινώσκει) Ὥς θαυμαστὴ ἡ πρὸς ἡμᾶς σοῦ πρόνοια,

καὶ τῆς χρηστότητος ὁ πλοῦτος, Θεοτόκε Παρθένε! Μητρικῇ

γὰρ ἀγάπῃ, καὶ σπλάγχνοις οἰκτιρμῶν, ἡγουμένη ἡμῖν

ὤφθης, καὶ ὁδηγὸς σωτήριος, καὶ πύργος ἰσχύος, καὶ μεσίτρια

καὶ σκέπη, καὶ λυτροῦσαι πειρασμῶν, ἑνὶ ἑκάστῳ παρέχουσα, τά πρὸς σωτηρίαν αἰτήματα.4

ὉΧορός·ψάλλειτάτροπάρια· Ἦχοςπλ.α΄.ὉΕἱρμὸς.

« Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν

« τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα

« αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Στόματι πανάγνῳ Σου, Παναγία πάντων ἡ χαρά, ὡς

βρέφος ἐπωλένιον τὸν Θεόν, ἐφίλησας Ἄχραντε, ἐκ

φιλημάτων τῶν μητρικῶν, διὸ Ὑπερύμνητε, μεγαλύνομεν τὴν

δόξαν Σου.5

Εἶδον θυγατέρες Σέ, τῆς ἁγίας Ἱερουσαλήμ, βαστάζουσαν τό

βρέφος ἐν ταῖς χερσί, τὸν πάντα βαστάζοντα, καὶ

ἐθαμβήθησαν ὡς ἀληθῶς, καὶ ᾔνεσαν Ἄχραντε, τῆς Σῆς

χάριτος τὸ μέγεθος.

Μία ἡ πλησίον μου, ὡς ὡραία ὡς περικαλλής, ὡς θάμβος τῶν

Ἀγγέλων ἐν οὐρανοῖς, σέλας δέ ὡς ἔκλαμπρον, τῶν

εὐσεβούντων ἐπὶ τῆς γῆς, βοᾷ Σοι Πανάμωμε, ὁ Υἱός Σου ὁ

Ὑπέρθεος.

4 ΤΡΟΠΑΡΙΟΝ ΛΙΤΗΣ, ΗΧΟΣ Β´, ΕΚ ΤΗΣ ΑΚΟΛΟΥΘΙΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ ΤΡΙΧΕΡΟΥΣΗΣ, ΙΒ´ ΙΟΥΛΙΟΥ, ΠΟΙΗΜΑ ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ.

5 ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΑΓΙΑΣ ΟΔΗΓΗΤΡΙΑΣ, Κ’ ΙΟΥΝΙΟΥ, ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ

ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ. ΕΚΔΟΣΙΣ Ι. ΓΥΝ. Μ. ΠΑΝΑΓΙΑΣ ΟΔΗΓΗΤΡΙΑΣ, ΜΩΛΟΥ ΛΩΚΡΙΔΟΣ

ΦΘΙΩΤΙΔΟΣ, 1983.

ΜΗΤΕΡΑΝΤΙΜΗΣΩΜΕΝ 5
[ΤΕΛΟΣ]

ὉΚανονάρχηςἀναγινώσκει·

Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου

τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν

εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ

ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε. 6

ὉΧορός·ψάλλειτάτροπάρια· Ἦχοςβ'ΟἶκοςτοῦἘφραθᾶ.

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται. 7

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς

βρέφος, ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Μητρὶ προσάγεται.

Στίχ. Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον

πάντων τῶν ἐθνῶν.

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.

Χαῖρε Μῆτερ Χριστοῦ, Ἀγγέλων ἡ Κυρία, Χριστιανῶν ἡ δόξα, καί τῶν πιστῶν προστάτις, ἡμῶν δὲ σκέπη Ἄχραντε. 8

Στίχ. Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.

Ἅπασαν ἀρετήν, ἐκτήσασθε ἱδρῶσι, δακρύοις τε καὶ πόνοις, μητέρες ἐπὶ τέκνοις, ὑμῶν Θεὸν δοξάζουσαι. 9

6 ΘΕΟΤΟΚΙΟΝ ΛΙΤΗΣ, ΓΕΡΜΑΝΟΥ, ΟΙ ΔΕ ΑΝΑΤΟΛΙΟΥ, ΗΧΟΣ ΠΛ. Α', Β΄ ΦΕΒΡΟΥΑΡΙΟΥ.

7 ΜΕΘΕΟΡΤΑ ΣΤΙΧΗΡΑ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ.

8 ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΑΓΙΑΣ ΟΔΗΓΗΤΡΙΑΣ ΜΟΝΗΣ ΞΕΝΟΦΩΝΤΟΣ, ΙΕΡΟΜ. ΙΩ. ΚΑΤΟΥΝΑΚΙΩΤΟΥ, ΨΑΛΛΟΜΕΝΗ ΤΗ ΠΡΩΤΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ὈΚΤΩΒΡΙΟΥ.

9 ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΜΗΤΕΡΩΝ ΤΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ, ΝΟΝΑΣ, ΕΜΜΕΛΕΙΑΣ & ΑΝΘΟΥΣΗΣ, ΓΕΩΡΓΙΟΥ ΓΑΛΑΝΟΠΟΥΛΟΥ, ΨΑΛΛΟΜΕΝΗ ΤΗ ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ

ΜΗΤΕΡΑΝΤΙΜΗΣΩΜΕΝ 6
[ΤΕΛΟΣ]

ὉΚανονάρχης·

(ἐκφώνως) Πρόσχωμεν! Μέγας Κύριος καί αἰνετὸς σφόδρα

πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ!

(εἶταἀναγινώσκει)

Ὦ Θεοτόκε καί Μῆτερ ἡ τεκοῦσα τὸν πάντας Ἁγίους

ἁγιάζοντα Λόγον (γ΄) , δεξαμένη τὴν νῦν προσφοράν, Σὲ

ὑμνοῦντας πόθῳ καθαγίασον καὶ Βασιλείας Οὐρανῶν

ἀξίωσον, τοὺς ἐκβοῶντας· Ἀλληλούϊα.10

ὉΧορός·ψάλλειτότροπάριον· Ἦχοςγ'Τὴνὡραιότητα

Χαῖρε εὐρύχωρον, Θεοῦ παλάτιον, χαῖρε πολύφωτον Χριστοῦ ἀνάκτορον, πάσης τῆς κτίσεως Ἁγνή, ἐδείχθῃς ἁγιωτέρα· ὅθεν καθαγίασον, καὶ ψυχὴν καὶ διάνοιαν, ἔμψυχε Παράδεισε, λογικὸν ἐνδιαίτημα, πανένδοξε Μῆτερ τοῦ Δεσπότου, χαῖρε Μαρία Θεοτόκε.11

10 ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΓΟΡΓΟΥΠΗΚΟΟΝ.

11 ΘΕΟΤΟΚΑΡΙΟΝ ΝΙΚΟΔΗΜΟΥ ΑΓΙΟΡΕΙΤΟΥ, ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ Γ΄ ΗΧΟΥ, ΚΑΝΩΝ ΕΙΣ

ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ, ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ΜΗΤΕΡΑΝΤΙΜΗΣΩΜΕΝ 7
ἐν
[ΤΕΛΟΣ]

Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.