Λιτανεία την Κυριακή των Βαΐων, πρόταση Χρήστου Νανέρη

Page 1

Λιτανεία τῇ Κυριακῇ τῶν Βαΐων Σύνταξη κειμένων παρά τοῦ ἐλαχίστου Χρήστου Παν. Νανέρη, ἐν τῇ περιβοήτῳ τῶν Θεσσαλονικέων πόλη, σωτηρίω ἔτει, 2014

Λιτανεία

τῇ Κυριακῇ τῶν Βαΐων

Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν, εἴθισται νὰ γίνηται λιτανεία ἐντός

τοῦ ναοῦ, κρουομένων τῶν κωδώνων, προπορευομένων

λαμπάδων, ἑξαπτερύγων, ἱεροψαλτῶν, εἰκόνων καί βαΐων μετά

τῶν Ἱερέων, κατά τήν ἀκόλουθον τάξιν΄

Ὁ ∆ιάκονος ἐκφωνεῖ΄

Εὐλόγησον, ∆έσποτα, τὴν ἁγίαν εἴσοδον.

Ὁ Ἱερεύς ἐκφωνεῖ΄

Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου· πάντοτε, νῦν καὶ

ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Λαός ψάλλει΄

Αμήν

Α. Ὁ Ἱερεύς ἀναγινώσκει

μεγαλοφώνως

ἀπὸ τῶν

βημοθύρων τὸν α’ οἶκον ἐκ τοῦ Κοντακίου τῆς Κυριακῆς

τῶν Βαΐων, ποίημα τοῦ ὁσίου πατρός ἠμῶν Ρωμανοῦ τοῦ

Μελωδοῦ΄

Ἐπειδὴ ᾍδην ἔδησας ἀθάνατε, καὶ θάνατον ἐνέκρωσας, καὶ

Κόσμον ἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε Χριστέ,

ὡς νικητὴν κραυγάζοντά σοι σήμερον. Ὡσαννὰ τῷ Υἱῷ

∆αυΐδ· οὐκέτι γάρ φησι, σφαγήσονται βρέφη διὰ τὸ βρέφος

Μαριάμ, ἀλλ' ὑπὲρ πάντων νηπίων καὶ πρεσβυτῶν, μόνος

σταυροῦσαι, οὐκέτι καθ' ἡμῶν χωρήσει τὸ ξίφος· ἡ σὴ γὰρ

πλευρὰ νυγήσεται λόγχῃ· ὅθεν ἀγαλλόμενοι φαμέν·

Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Β. Ἡ πομπή ἐκ τοῦ σωλέα κατευθύνεται πρός τήν βορείαν

πύλην (κέντρο ἀριστεροῦ κλείτους) τοῦ ναοῦ, τοῦ Λαοῦ

ψάλλοντος΄

Ἀπολυτίκιον Ἦχος α'

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος,

ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ

3
ΛιτανείατῇΚυριακῇτῶνΒαΐων

ΛιτανείατῇΚυριακῇτῶνΒαΐων

ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ

Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,

εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ὁ Ἱερεύς ἐκ τῆς βορείας πύλης ἀναγινώσκει εὐχή1 εἰς τά

βαΐα΄

Ὁ Ἱερεύς΄ Τοῦ Κυρίου δεηθῶμεν

Ὁ Λαός΄ Κύριε ελέησον

Ὁ Ἱερεύς΄

Κύριε ὁ Θεός ὁ Παντοκράτωρ, ὁ διά τῆς κιβωτοῦ τόν

τύπον τῆς ἐκκλησίας ὑποδείξας ἐπί τοῦ δικαίου καί

θεράποντός σου Νῶε, καί τήν τοῦ παναγίου Πνεύματος

παρουσίαν διά τῆς περιστερᾶς καταμηνύσας τό κάρφος

τῆς ἐλαίας φερούσης. Τοῦτον τρόπον Ἑβραίων παῖδες

ἐπλήρωσαν καί μετά κλάδων, ἐλαιῶν, καί βαΐων

ὑπήντησαν λέγοντες, ὡσαννά ἐν τοίς ὑψίστοις. Ταύτην

σοί τήν φωνήν καί ἠμεῖς κράζομεν. Ὡσαννά εὐλογημένος ὁ

ἐρχόμενος σύν Πατρί, καί Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί

εἰς τούς αἰώνας τῶν αἰώνων, ἀμήν

Γ. Ἡ πομπή ἐκ τῆς βορείας πύλης κατευθύνεται πρός τήν

λιτήν, τοῦ Λαοῦ ψάλλοντος΄

Κοντάκιον Αὐτόμελον Ἦχος πλ. β'

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι·

Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Ὁ Ἱερεύς ἐκ τῆς λιτῆς ἀναγινώσκει ἑτέρα εὐχή τῇ Κυριακῇ

τῶν Βαΐων΄

Ὁ Ἱερεύς΄ Τοῦ Κυρίου δεηθῶμεν

Ὁ Λαός΄ Κύριε ελέησον

1 Euchologion, sive rituale Graecorum complectens ritus et ordines divinae liturgiae… Opera R.P. Jacobi Goar, 1730.

4

ΛιτανείατῇΚυριακῇτῶνΒαΐων

Ὁ Ἱερεύς΄ Παντοκράτορ ἀΐδιε Θεέ, ἀκατάληπτε καί

ἀνεξιχνίαστε, ὁ διά σπλάγχνα οἰκτιρμῶν καί

φιλανθρωπίας εὐδοκήσας ἐξεγεῖραι τήν δυναστείάν σου,

καί ἐξαποστεῖλαι τόν μονογενῆ καί ἀγαπητόν σου Υἱόν,

τόν Κύριον ἠμων Ἰησοῦν Χριστόν, ἴνα διά τοῦ σταυροῦ,

τῆς τέ ταφῆς καί τῆς ἀναστάσεως αὐτοῦ σώση τόν

κόσμον' οὐ παραγενομένου ἐν Ἱερουσαλήμ ἐπί τό ἑκούσιον

πάθος, λαβῶν ὁ λαός ὁ καθήμενος ἐν σκότει καί σκιά

θανάτου, τά τῆς νίκης σύμβολα Βάϊα τῶν φοινίκων,

ἐξῆλθεν εἰς ὑπάντησιν αὐτοῦ, τήν ἀνάστασιν προμηνύων.

Αὐτός ∆έσποτα, καί ἠμᾶς τῇ ἡμέρᾳ ταύτῃ, κλάδους ἐν

χερσί φέροντας, διατήρησον, καί ὡς ἐκεῖνοι τό ὡσαννά σοί κραυγάζοντας, διαφύλαξον' ὅπως τῇ δυνάμει σου

συντηρούμενοι, ἐν ὕμνοις καί ὠδαίς πνευματικαίς

καταξιωθῶμεν τήν τριήμερον ἀνάστασιν αὐτοῦ ἐορτᾶσαι,

καί τῆς ἀθανάτου ζωῆς ἐπιτυχείν, ἐν αὐτῷ Χριστῷ τῷ

Κυρίῳ, μεθ' οὐ εὐλογητός εἰ σύν τῷ παναγίῳ Πνεύματι,

εἰς τούς αἰώνας. Ἀμήν.

∆. Ἡ πομπή ἐκ τῆς λιτῆς κατευθύνεται πρός τήν νοτίαν

πύλην (κέντρο δεξιοῦ κλείτους) τοῦ ναοῦ, τοῦ Λαοῦ

ψάλλοντος΄

Ἕτερον Ἀπολυτίκιον Ἦχος δ'

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς

ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου,

καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,

εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ὁ Ἱερεύς ἐκ τῆς νοτίας πύλης ἀναγινώσκει ἑτέρα εὐχή ἐν

τῇ Κυριακῇ τῶν Βαΐων΄

Ὁ Ἱερεύς΄ Τοῦ Κυρίου δεηθῶμεν

Ὁ Λαός΄ Κύριε ελέησον

Ὁ Ἱερεύς΄ Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ἀγαθέ καί φιλάνθρωπε

5
, ἐγκαρδίως εὐχαριστοῦμεν σοί, οὔχ ὡς ὀφείλομεν, ἀλλ' ὡς δυνάμεθα, ὑπέρ πασῶν ὤν ἐποίησας καί ποιεῖς ἡμῖν εὐεργεσιῶν σου' καί ἔτι μᾶλλον, ὅτι διά

ΛιτανείατῇΚυριακῇτῶνΒαΐων

μόνην σου ἔμφυτον ἀγαθότητα χαρισάμενος ἡμῖν τήν τοῦ

ἔτους περίοδον ἡμᾶς διελθείν, καί τό στάδιον τῆς

ἐγκρατείας ἐκτελέσαι, καί τῇ ἀρχῇ τῆς ἑβδομάδος τῶν

σωτηριωδῶν παθῶν σου προσεγγίσαι. Εὐδόκησον

δεόμεθά σου, καί πρός

κράτει σου' ὅπως καθάπερ

ἠξιώθημεν τῷ ἐλέει σου προϋπαντῆσαι σοί μετά βαΐων καί

κλάδων, οὕτω καταξιωθῶμεν προφθᾶσαι καί τήν κυρίαν

ἡμέραν τῆς ἐκ νεκρῶν ἀναστάσεως, καί ταύτην εὐσεβῶς

καί χαρμονικῶς πανηγυρίσαι, δι' ἤς καί τῆς ἀθανάτου καί

μακαρῖας ζωῆς μετά ταῦτα ἀπολαῦσαι. Πρεσβείαις τῆς

παναχράντου σου Μητρός καί πάντων σου τῶν ἁγίων.

Ἀμήν.

Ε. Ἡ πομπή καί πάλιν πορεύεται πρός τόν σωλέα, τοῦ

Λαοῦ ψάλλοντος

Χαῖρε

Σιών, τέρπου καὶ ἀγάλλου ἡ

Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου

παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ

Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,

εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.

Ὁ Ἱερεύς ἐκ τοῦ σωλέα ἀναγινώσκει τήν εὐχήν ἐπί τῇ

εὐλογίᾳ τῶν βαΐων2΄

Ὁ Ἱερεύς΄ Τοῦ Κυρίου δεηθῶμεν

Ὁ Λαός΄ Κύριε ελέησον

Ὁ Ἱερεύς΄ Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν

Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας

τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν,

2 Euchologion, sive rituale Graecorum complectens ritus et ordines divinae liturgiae… Opera R.P. Jacobi Goar, 1730.

Εὐχολόγιον τό Μέγα, Περιέχον τᾶς τῶν ἑπτά μυστηρίων ἀκολουθίας

Ἐπιθιορθωθέν καί ἐξακρυβωθέν ὑπό τοῦ Ἀειμνήστου Σπυρίδωνος Ἱερομονάχου

Ζερβοῦ, Βενετία, Ἐκ τοῦ Ἑλληνικοῦ Τυπογραφείου Ὁ Φοῖνιξ, 1891.

6
τό μέλλον εὐαρέστως σοί
ἠμᾶς, τό τέ σῶμα καί τήν ψυχήν ἠμῶν
, καί ἐνισχύων τῷ
εὐθυδρομῆσαι
φυλλάτων
τό ἰδιόμελον τῆς Κυριακῆς τῶν Βαΐων
Ἦχος πλ. δ'
ἑσπέρας εἰς τό λυχνικόν΄
πόλις
καὶ εὐφραίνου

ΛιτανείατῇΚυριακῇτῶνΒαΐων

ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς

Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ

τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ

θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους

τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν

προεμήνυσαν. Αὐτός, ∆έσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ

μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ Βαΐα καὶ

κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς

ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννά σοι

προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς

πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου

Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ

εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ

σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

αἰώνων. Ἀμήν.

Ἀπόλυσις

7
8

Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.
Λιτανεία την Κυριακή των Βαΐων, πρόταση Χρήστου Νανέρη by Χρήστος Νανέρης - Issuu