

ΚύριεἡμῶνἸησοῦΧριστὲἐλέησοντούςδούλουςΣου, Χρῆστον,ΔήμητρακαίἌνναν.
ΓΡΕΒΕΝΩΝΥΜΝΩΔΙΑ
Ἐνἀρχῇ
ὉΚανονάρχηςἐκφώνως·
Πρόσχωμεν. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. ὉΧορός·ψάλλειτήνμεγάληνἐκλογήνἐκτῶνψαλμῶν, εἰςἦχονγ΄
Πρός τόν Κύριον
Δεῦτε ἀγαλλιασώμεθα τῶ Κυρίω, ἀλαλάξωμεν τῶ Θεῷ τῶ Σωτήρι ἡμῶν. Ἀλληλούϊα.
Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Ἀλληλούϊα.
Ὑψώθητι Κύριε ἐν τῇ δυνάμει σου, ἄσωμεν κ ` ψαλοῦμεν τὰς δυναστείας σου. Ἀλληλούϊα.
Ὑπεραγίας Θεοτόκου
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά. Ἀλληλούϊα.
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἀλληλούϊα. Ἀρχαγγέλων
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Ἀλληλούϊα.
Ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ, καί ἦρε με ἐκ τῶν προβάτων τοῦ πατρός μου. Ἀλληλούϊα. Ἀποστόλων
Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
Οἱ
οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ
ἀναγγέλλει τὸ στερέωμα. Ἀλληλούϊα.
Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς
λαοῖς τὰ θαυμάσια αὐτοῦ. Ἀλληλούϊα.
Ἱεραρχῶν
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὁσιοί σου ἀγαλλιάσονται. Ἀλληλούϊα.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἀλληλούϊα.
Στόμα Δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Ἀλληλούϊα.
Ὁσίων ἀνδρῶν καί γυναικῶν
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἀλληλούϊα.
Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου. Ἀλληλούϊα.
Ἀγαλλιάσθε, δίκαιοι, ἐν Κυρίῳ τοίς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.
Μαρτύρων
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται. Ἀλληλούϊα.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ἀλληλούϊα.
Τοὶς Ἁγίοις τοὶς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Ἀλληλούϊα. Καί τοῦ Κυρίου
Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι Κύριον. Ἀλληλούα. [ΤΕΛΟΣ]
ὉΚανονάρχηςἐκφώνως·
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ
τιμήν.
ὉΧορός·ψάλλειτάτροπάρια1 εἰςἦχονβ΄«Στίβειθαλάσσης».
Δέησις τοῦ λαοῦ πρός τόν Κύριον.
Δέσποτα Θεέ, Κύριε Παντοκράτορ, ὁ πάσαν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, κόσμον ἐλέησαι θείας σου χάρη, καί κατεύθυνον ἠμῶν τᾶς δεήσεις, ὡς θυμίαμα, εἰς ὀσμήν εὐωδίας.
Ἰλάσθητι Κύριε, τοίς ἀναξίοις δούλοις, ἐξελού ἠμᾶς τῆς χειρός τοῦ ἀντικειμένου, ἅφες ἁμαρτήματα τῇ σῇ δυνάμει, καί σοί ζήσωμεν τῷ ἠμετέρῳ Δεσπότη, ὤ ἀληθινή, ὄντως εὐφροσύνη.
Ὕψωσόν μου νοῦν, κάτω ἑλκυσθέντα, ἀνάγαγε μέ, τοῦ χάσματος τῆς ἀπωλείας, ἀτενίσαι πρός σέ, ἐν ὀδύνῃ οὐκ ἰσχύω, οὐ δύναμαι θερμανθῆναι τή σή ἀγάπη, μεῖνον Δέσποτα,τήν δέησιν μή παρίδης.
Κύριος ἠμῶν, εἰς οὐρανούς ἀνέβη, καί ἐβρόντησεν κρινεῖ πάσα τή κτίσει, δώσει τήν ἰσχύν τοίς ἠμῶν βασιλεύσιν, καί τῶν πιστῶν αὐτοῦ ὑψώσει κέρας, Ἅγιε Κύριε, τό πνεῦμα μου ὄντως ὑμνεῖ σέ.
1 Ποίημα τοῦ Συντάκτου.
Δέησις τοῦ λαοῦ πρός τήν Θεοτόκον.
Χαῖρε πρός θνητούς, εὐδοκία ὑπάρχεις, Μήτηρ Πάναγνε, τῶν πτωχῶν παρρησία, σκέπε, διαφύλαττε, τῶν σῶν δούλων, ἀπό παντός κακοῦ, ψυχῆς τέ καί σώματος, Ὤ πανύμνητε, τῶν ἁγίων ἁγιωτέρα.
Δέησις τοῦ λαοῦ πρός τούς Ἁγίους.
Δεῦτε τήν ἠμῶν, ἱκεσίαν προσάγειν, ὅσιοι Θεῶ, νεομάρτυρες θεῖοι, πίστιν τηρήσαντες ἀκεραίαν ἕως τέλους, καί καλῶς τόν σόν ἀγώνα τελέσαντες, τῷ Κυρίῳ, σωθῆναι δεόμεθα.
Πάντες οἱ πίστοι, ἀνυψώσωμεν χείρας, καί ὑμνήσωμεν σύν οὐρανίοις Ἀγγέλοις, λειτανεύσωμεν λειψάνοις τῶν ἁγίων, παρακλήσεσι ἐν ἐκκλησίαις ἀναμέλψωμεν, τῷ Κυρίῳ, εἰς αἰώνα αἰῶνος.
Δέησις τῆς Θεοτόκου πρός τόν Κύριον.
Εἰσάκουσον Ἰησοῦ, ὤ Υἱέ καί Θεέ μου, τῶν παιδῖων σου βοώντων ἐν κατανύξει, σῶσον μακρόθυμέ τῇ σῇ δυνάμει, καί συγχώρησον τᾶς ψυχᾶς ἐκ πταισμάτων, ἀλλ’ ὡς Μήτηρ σου, τέ καί δούλη ζητῶ σέ.
Δέησις πρὸς τὴν Ἁγίαν Τριάδα.
Ἄξιόν ἐστι μεγαλύνομεν πάντες, Πατέρα καὶ Υἱόν, σὺν Πνεύματι τῷ Ἁγίῳ, Τριάδα ὁμοούσιον, τριμερῶς φωτισθῶμεν, τὴν ὑπεράρχιον καὶ θεαρχικὴν φύσιν Σὲ δοξάζομεν, τὸν ἕναν Θεὸν τὲ καὶ μόνον. [ΤΕΛΟΣ]
ὉΚανονάρχης2
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.
ὉΧορός·
Θρόνοι, Χερουβείμ, Σεραφείμ, Κυριότητες, Δυνάμεις, Ἐξουσίαι, Ἀρχαί, Ἀρχάγγελοι, Ἄγγελοι πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.
ὉΚανονάρχης·
Προφῆται, Ἀπόστολοι, Μάρτυρες, Ὅσιοι, Δίκαιοι, Ἐρημῖται, Μοναχοί·καί πάντες Ἅγιοι πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.
ὉΧορός·
Ἐξαιρέτως δέ, Μῆτερ Παναγία, Δέσποινα τοῦ κόσμου, ὉΚανονάρχης·
Πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν πρὸς τὸν φιλάνθρωπον Δεσπότην, ὅπως φανῆ ἴλεως ἐν τῇ φοβερᾷ ἡμέρα τῆς Κρίσεως.
Κοντακίον τῆς Συνάξεως.*
Ἦχος γ΄, Ἡ Παρθένος σήμερον
Γρεβενών δέ ἄπασαι αἵ τῶν ἁγίων χορεῖαι, τῶν πιστῶν ὁ σύλλογος ἐν ἐκκλησίαις δοξάζει.
Ἄγγελοι μεθ' ἱερέων ὑμνολογούσι, λύτρωσιν καί σωτηρίαν Θεῶ αἰτοῦσιν.
Ταίς πρεσβείαις τῶν ἁγίων, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
2 Προσευχή Γέροντος Νικολάου πρός τήν πανάχραντον Μητέρα ἡμῶν Κυρίαν
Θεοτόκον καὶ ἀειπάρθενον Μαρίαν, τὰς ἐπουρανίους δυνάμεις καὶ πάντας τοὺς ἁγίους.
Οἴκος πρός τόν Κύριον ἠμῶν Ἰησοῦν Χριστόν.*
Ἄναρχε Παντοκράτορ, καί Θεέ τῶν ἁπάντων, τήν δέησιν τῶν δούλων σου δέξαι.
Ὁ τεχθῆς ἐκ Παρθένου ἐν σαρκί
καί τά χείρας ἐκτείνας ἐν Σταυρῷ, Κύριε,
τό γένος τῶν ἀνθρώπων ἔσωσας φιλάνθρωπε.
Διά τοῦτο τῆς προσευχῆς μου εἰσάκουσόν μου
καί κατεύθυνον ὡς θυσία ἐνώπιόν σου, σύν ἁγίοις δεόμεθα ἐκτενῶς, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
Ἀπολυτίκιον Χριστού του Σωτήρος.
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν σου εἰκόνα προσκυνοῦμεν φιλάνθρωπε,
ἥν ἐν Καλλιστράτου τῷ ὄρει θαυμαστῶς ἐφανέρωσας,
Νικάνορι θεράποντι τῷ σῷ,
καὶ τούτου ταῖς πρεσβείαις ἀγαθέ,
ἱκετεύομέν σὲ σῶσον πάντας ἡμᾶς
τοὺς εὐλαβῶς κραυγάζοντας.
Δόξα τοῑς μεγαλείοις σου Σωτήρ,
δόξα τῇ εὐσπλαχνίᾳ σου,
δόξα τῇ ἐν Θαβωρίω Ζωοδότα Μεταμορφώσει σου.
Οἴκος πρός τήν Ὑπεραγίαν Θεοτόκον.*
Βρέφος ἔτεκες Κόρη, τόν Σωτήρα τοῦ κόσμου, Μαρία Παναμώμητε, χαῖρε.
Ὁ λιμήν ἐν καιροίς χαλεποίς, θλιβομένων ἁπάντων ἡ χαρά Πάναγνε,
τῶν ἀνθρώπων ἡ Μήτηρ γέγονας Σπηλαιώτισσα.
Πρό τοῦ τέλους γάρ τήν μετάνοιαν δώρησαι μοί
καί ἐξ' ὕπνου ζοφεροῦ σκέπην σου φύλαξον μέ,
τῷ Κυρίῳ δεόμεθα ἐκτενῶς,
ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
Ἀπολυτίκιον Παναγίας του Σπηλαίου.
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Πληθὺς Γρεβενιωτῶν ἐν ᾠδαῖς εὐφημήσωμεν
ἡμῶν τὴν πολιοῦχον καὶ Σπηλαίου τήν ἔφορον.
Τιμῶμεν ὡς ἁγίασμα σεπτόν,
καὶ σκήνωμα τῆς δόξης Σου πιστῶς,
τήν εἰκόνα σου Θεοτόκε,
ἐξ ἧς καρποῦνται χάριν καὶ ἰάματα.
Χαῖρε τῶν σὲ τιμώντων ἡ ἐλπίς,
χαῖρε ἡμῶν τὸ καύχημα,
χαῖρε ἡ χάρις ἡμῶν, χαρά καὶ βοήθεια.
Οἴκος πρός τόν Ἀρχάγγελο Μιχαήλ.*
Γένος πάντων ἀνθρώπων ἀνυμνεῖ ἐν συνέσει ταγμάτων οὐρανίων τᾶς τάξεις.
Καί ὡς λύχνον τιμῶμεν αὐτόν, θείας δόξης λειτουργόν, Μιχαήλ μέγιστον,
ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε τολμῶμεν λέγειν
Τῇ Μονῇ τῇ Σῇ προστρέχομεν γόνι κλῖνον,
ἴνα λύτρωσιν ἐκ κινδύνων, δεινῶν καί βλάβης,
τῷ Κυρίῳ δεόμεθα ἐκτενῶς, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τὴν ἁγίαν Μονὴν σου καὶ λαὸν σου νὺν φύλατε, τόν ἐν Γρεβενοὶς κατοικοῦντα, Μιχαὴλ Ἀρχιστράτηγε, καὶ πάντων Ὀρθοδόξων τὴν πληθύν, ἐκ πάσης ἐπηρείας, τοῦ ἐχθροῦ.
Ὡς δὲ θεῖος ἐχρημάτισας βοηθός, τῶν πίστει σοὶ προστρέχοντας.
Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἀπολυτίκιον Αρχαγγέλου Μιχαήλ.*
Οἴκος προς τον Άγιον Ἀχίλλιον.*
Νοητήν λαμπηδόνα τήν ἐκ Πνεύματος Θείου,
ἐδείχθης ὦ Ἀχίλλιε θεοφόρε.
Ἐν τῇ Συνόδῳ συναθροισθέντες εὐλαβῶς, μετά πάντων τῶν τῆς Οἰκουμένης ἐπισκόπων, ἀποστολικῶν παραδόσεων ἀκριβεῖς φύλακες γεγόνατε.
Διά τοῦτο, Ὀρθοδοξίας θείων δογμάτων,
τῆς Τριάδος τό ὁμοούσιον θεμελιώσας
ἐκ τῆς πλάνης ἠμᾶς φύλαττε Χριστέ, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν. Ἀπολυτίκιον Ἁγίου Ἀχιλλίου Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχην Λαρίσης τὸν ἐνθεώτατον, τῶν Γρεβενῶν Πολιοῦχον καὶ βοηθὸν κραταιόν,
τὸν Ἀχίλλιον πιστῶς ἀνευφημήσωμεν, ὅτι ἐκήρυξε λαμπρῶς
ὁμοούσιον Πατρὶ τὸν Λόγον ἐν τῇ Συνόδῳ,
νῦν δὲ σκέπει ὡς ἀντιλήπτωρ
ἠμᾶς τοὺς πόθῳ αὐτὸν γεραίροντας.
Οἴκος προς τον Όσιον Νικάνωρα.*
Εὐφραίνου Θεσσαλονίκη τόν σόν ἄξιον γόνον
καί χαίρε Μακεδονία τόν προστάτην.
Τήν εἰκόνα τοῦ Χριστοῦ εὐθύς εὑρῶν
καί ὑπόδειγμα ὤφθης τῶν μοναστῶν Ὅσιε,
ἐν τῷ Καλλιστράτῳ Ὄρει ἐβίωσας Νικάνωρ.
Διό σύν τῇ Θεοτόκῳ ἐν τῷ Σπηλαίῳ,
τᾶς νόσους ἀποδιώκεις τῶν ἀσθενούντων
καί πρεσβεύεις Κυρίῳ τῷ Θεῷ, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
Νίκης εἴληφας, ἄφθαρτον στέφος,
πάτερ ὅσιε, παρὰ τοῦ Κτίστου,
τῶν σῶν ἀγώνων ἀντάξιον ἔπαθλον·
τὴν γὰρ πατρίδα λιπὼν τὴν ἐπίγειον,
τῆς οὐρανίου οἰκήτωρ γεγένησαι·
ὅθεν πάντες σὲ πίστει καὶ πόθῳ γεραίρομεν·
χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.
Οἴκος πρός τόν Ἱερομάρτυρα Κοσμᾶ τόν Αἰτωλό.*
Χόρευε τῆς Ἑλλάδος ὀρθοδόξων ὁ δῆμος, τὸ βλάστημα Αἰτωλίας τὸ μέγα.
Διά γάρ Κοσμᾶς ὁ ἱερομάρτυς τοῦ Χριστοῦ, ὡς ἐν Ἄθῳ διαπρέψας, καὶ ἐν πόλει τοῦ Βύζαντος, διδαχαῖς καὶ πράξεσι θείας πίστεως, ἀνεδείχθῃ διδάσκαλος.
Διό Κύριε ἐξαιτοῦμαι τήν θεία χάριν, ὡς ἐνέπνευσας οὔν ἐκείνῳ τῇ διανοία,
κατ’ ἐχθρῶν ὁρατῶν τέ καί ἀοράτων, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
Ἀπολυτίκιον Ἱερομάρτυρος Κοσμᾶ τοῦ Αἰτωλοῦ.
Κόσμον ηὔγασας Πνεύματι θείῳ, κόσμον ἤνεγκας τῇ ᾿Εκκλησίᾳ,
κόσμημα θεῖον, πιστῶν τὸ προπύργιον, ταῖς διδαχαῖς σὺ τὸ Γένος ἐφώτισας
καί τῆς δουλείας τὰ σκότη διέλυσας, Κοσμᾶ ῞Αγιε· τῶν ᾿Αποστόλων ὁμότροπε, Χριστὸν τὸν Θεὸν ἱκέτευε
κοσμῆσαι τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.
Οἴκος προς τον Νεομάρτυρα Γεώργιον.*
Χαίροις ὤ στρατιώτα τῆς Χριστοῦ βασιλείας, Γεώργιε ἐκ Τσουρχλίου ο θείος γόνος.
Ὁ διαλάμψας ἐν Ἰωαννίνοις ὡς ἀστήρ
καί ἐνώπιον τῶν ἀγαρηνῶν ὁμολογήσας τήν πίστιν ἔνδοξε,
τῆς ἀθλήσεως ἀριστεῖα μετά πόθου ἐστέφθης.
Διά τοῦτο ἐν κατανύξει ἀνευφημοῦμεν,
οἱ αἰτούμενοι ἐν ἀνάγκαις σήν μεσητίαν,
σαίς πρεσβείαις δεόμεθα ἐκτενῶς, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
Ἀπολυτίκιον Νεομάρτυρος Γεωργίου. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν πανεύφημον Μάρτυν Χριστοῦ Γεώργιον,
Τσουρχλιωτῶν δέ τὸ κλέος καὶ πολιοῦχον λαμπρόν,
ἐν ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν·
ὅτι ἐνήθλησε στερρῶς,
καὶ κατήνεγκεν ἐχθρόν, τοῦ Πνεύματος τῇ δυνάμει·
καὶ νῦν ἀπαύστως πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Οἴκος προς τον Νεομάρτυρα Δημήτριον.*
Κῆρυξ τῆς ἀληθείας καί πιστῶν τάς καρδίας ἐστήριξας, Δημήτριε ὁσιομάρτυς.
Σαμαρίνης τό βλάστημα τό σεπτόν
καί ἐν αὐτῇ μονάσας ἀνδρικῶς ὅσιε, σκληροτάτας βασάνους παρά τῶν ἀσεβούντων ὑπέμεινας.
Διά τοῦτο μετά ἁγίων καί μοναχῶν τέ, τᾶς δεήσεις ἠμῶν κατεύθυνον ἐν Κυρίῳ,
σαίς πρεσβείαις δεόμεθα ἐκτενῶς, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν. Ἀπολυτίκιον Νεομάρτυρος Δημητρίου. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σαμαρίνης τὸν γόνον εὐσεβῶν τὸ κραταίωμα, τὸν νεοφανῆ Ἀθλοφόρον, τοῦ Σωτῆρος Δημήτριον,
τιμήσωμεν συμφώνως οἱ πιστοί·
ἀθλήσας γὰρ στερρῶς ὑπὲρ Χριστοῦ, Ἐκκλησίας ἀνεδείχθη νέος ἀστήρ,
καὶ τῶν βοώντων πρόμαχος·
δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ θαυμαστώσαντι,
δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Οἴκος
προς τόν Εθνοϊερομάρτυρα Αιμιλιανό, Μητροπολίτου
Γρεβενών.*
Ψάλλομεν σύν Ἀγγέλοις, Μακεδόνων οἱ γόνοι, θανόντας ὑπέρ πίστεως καί πατρίδος.
Ἐν Γρεβενοίς τελειωθέντες ὑπέρ Χριστοῦ, Αἰμιλιανὸν τὸν Ἱεράρχην σὺν Δημητρίῳ τῷ διακόνῳ,
ἐνδόξως τιμήσωμεν καί τῷ συνοδῷ Ἀθανασίῳ.
Διά τοῦτο ὡς ἄρνες θεῖοι ἐν μέσῳ λύκων, τό μαρτύριον δέ ὑπέμειναν ὡς γενναῖοι, τῷ Κυρίῳ πρεσβεύσαται ἐκτενῶς, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
Ἀπολυτίκιον Εθνοϊερομάρτυρος Αιμιλιανού.*
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὀρθοδόξων τήν πίστην καί Ἑλλήνων τό φρόνημα,
Αἰμιλιανὲ Ἱεράρχα διὰ βίου ὀρθότητος, ἐδίδαξας κηρύττειν εὐθαρσῶς,
τοῖς πᾶσιν θείον λόγον τοῦ Χριστοῦ
Διὰ τοῦτο ὡς ποιμένα καὶ ἀθλητήν
τῶν Γρεβενῶν, κραυγάζοντες,
δόξα τῷ παρασχόντι σοι Ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πάσι τὴν ἄφεσιν.
Οἴκος πρός πάντας τους ἐν Γρεβενοίς Ἁγίους.*
Ὥσπερ ψάμμον θαλάσσης, οὐρανοῦ τέ νεφέλαι, ἐδείχθηται οἱ ἅγιοι πάντες.
Ἀλλ' ὡς ἄγγελοι βιώσαντες ἐν γῇ
καί τῆς πίστεως μάρτυρες γεγονότες ἅγιοι, τήν χάριν τῶν θαυμάτων παρά Κυρίου ἐλάβατε. Διά τοῦτο τῶν παθημάτων ἠμῶν τήν λύσιν, ἀπολύτρωσιν τέ καί ἄφεσιν τῶν πταισμάτων,
τῷ Κυρίῳ πρεσβεύσαται ἐκτενῶς, ἐλεηθῆναι καί σῶσαι τᾶς ψυχᾶς ἠμῶν.
Ἀπολυτίκιον πάντων τῶν ἐν Γρεβενοίς Ἁγίων.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Γρεβενῶν τῶν Ἁγίων χορὸν τιμήσωμεν,
σὺν τῇ ἁγνῇ Θεοτόκῳ καὶ Ἀχιλλίῳ, Κοσμᾶ,
Σαμαρίνης τὸ ἐκβλάστημα, Δημήτριον, θεῖον Νικάνορα, πιστοί,
καὶ Γεώργιον στερρόν, Τσουρχλίου γόνον καὶ θρέμμα.
Ὡς ἀνυστάκτους ἐφόρους
καὶ ταχυνοὺς ἡμῶν ἀκέστορας.
ὉΚανονάρχηςἐκφώνως·
Πρόσχωμεν. Ἄχραντε, Παρθένε, Θεοκυῆτορ, τὴν ποίμνην σου
περίσωζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν
πᾶσι. Οἴκος πρός τήν Ὑπεραγίαν Θεοτόκον
εἰς τήν Ἀνάστασιν τοῦ Κυρίου.
Ὢ Πανάσπιλε Μῆτερ, ἡ γεννήσασα τὸν πάντων
Ζωῆς χορηγὸν καὶ Δεσπότην, (εκ γ’)
δεξαμένη τήν νῦν προσφορὰν
ἐκ πασῶν σῶσον ἀναγκῶν ἅπαντας
καὶ τῆς μελλούσης ἀξίωσον Ἀναστάσεως
τούς σοὶ βοῶντας· Ἀλληλούϊα.
Καὶ αυθῦς τὸ Κοντάκιον. Ήχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Ὡς Ζωηφόρος τοῦ Κυρίου ἡμῶν Μήτηρ, Τῶν οὐρανῶν ὑψηλοτέρα ἀνεδείχθης, Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ ὡς φέρουσα Ζωῆς Κυρίου νάματα, Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀπάλλαξον, Ἵνα κράζωμεν· Χαῖρε ἡ Μήτηρ τῆς Ζωῆς ἡμῶν. [ΤΕΛΟΣ]
*προσαρμογή-σύνταξη:ΧρήστοςΠαν.Νανέρης