ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ ΤΩΝ ΓΡΕΒΕΝΩΝ

Page 1

ἈπολυτίκιονπάντωντῶνἐνΓρεβενοίςἉγίων.

Ἦχοςπλ.α’.ΤὸνσυνάναρχονΛόγον.

Γρεβενῶν τῶν Ἁγίων χορὸν τιμήσωμεν, * σὺν τῇ ἁγνῇ Θεοτόκῳ καὶ

Ἀχιλλίῳ, Κοσμᾶ, * Σαμαρίνης τὸ ἐκβλάστημα, Δημήτριον, * θεῖον

Νικάνορα, πιστοί, * καὶ Γεώργιον στερρόν, Τσουρχλίου γόνον καὶ

θρέμμα. * Ὡς ἀνυστάκτους ἐφόρους * καὶ ταχυνοὺς ἡμῶν ἀκέστορας.

ἈπολυτίκιονΧριστούτοῦΣωτήρος. Ἦχοςα'.Τῆςἐρήμουπολίτης.

Τὴν σεπτήν σου εἰκόνα προσκυνοῦμεν φιλάνθρωπε, * ἥν ἐν Καλλιστράτου

τῷ ὄρει θαυμαστῶς ἐφανέρωσας, * Νικάνορι θεράποντι τῷ σῷ, * καὶ

τούτου ταῖς πρεσβείαις ἀγαθέ, * ἱκετεύομέν σὲ σῶσον πάντας ἡμᾶς * τοὺς

εὐλαβῶς κραυγάζοντας. * Δόξα τοῑς μεγαλείοις σου Σωτήρ, * δόξα τῇ

εὐσπλαχνίᾳ σου, * δόξα τῇ ἐν Θαβωρίω Ζωοδότα Μεταμορφώσει σου.

ἈπολυτίκιονΠαναγίαςτουΣπηλαίου.* Ἦχοςα'.Τῆςἐρήμουπολίτης.

Πληθὺς Γρεβενιωτῶν ἐν ᾠδαῖς εὐφημήσωμεν * ἡμῶν τὴν πολιοῦχον καὶ

Σπηλαίου τήν ἔφορον. * Τιμῶμεν ὡς ἁγίασμα σεπτόν, * καὶ σκήνωμα τῆς

δόξης Σου πιστῶς, * τήν εἰκόνα σου Θεοτόκε, * ἐξ ἧς καρποῦνται χάριν καὶ ἰάματα. * Χαῖρε τῶν σὲ τιμώντων ἡ ἐλπίς, * χαῖρε ἡμῶν τὸ καύχημα,

* χαῖρε ἡ χάριν καὶ ὄνομα οὖσα βοήθεια.

ἈπολυτίκιονΑρχαγγέλουΜιχαήλ.* Ἦχοςα'.Τῆςἐρήμουπολίτης.

Τὴν ἁγίαν Μονὴν σου καὶ λαὸν σου νὺν φύλατε, * τόν ἐν Γρεβενοὶς

κατοικοῦντα, Μιχαὴλ Ἀρχιστράτηγε, * καὶ πάντων Ὀρθοδόξων τὴν

πληθύν, * ἐκ πάσης ἐπηρείας, τοῦ ἐχθροῦ. * Ὡς δὲ θεῖος ἐχρημάτισας

βοηθός,* τῶν πίστει σοὶ προστρέχοντας. * Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, *

δόξα τῷ σὲ στεφανώσαντι, * δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

ἈπολυτίκιονἉγίουἈχιλλίου.

Ἦχοςπλ.α΄.ΤὸνσυνάναρχονΛόγον.

Ἱεράρχην Λαρίσης τὸν ἐνθεώτατον, * τῶν Γρεβενῶν Πολιοῦχον καὶ

βοηθὸν κραταιόν, * τὸν Ἀχίλλιον πιστῶς ἀνευφημήσωμεν, * ὅτι ἐκήρυξε

λαμπρῶς * ὁμοούσιον Πατρὶ τὸν Λόγον ἐν τῇ Συνόδῳ, * νῦν δὲ σκέπει ὡς

ἀντιλήπτωρ* ἠμᾶς τοὺς πόθῳ αὐτὸν γεραίροντας.

[1]

ἈπολυτίκιονΟσίουΝικάνωρος.

Ἦχοςγ’.Θείαςπίστεως.

Νίκης εἴληφας, ἄφθαρτον στέφος, * πάτερ ὅσιε, παρὰ τοῦ Κτίστου, * τῶν

σῶν ἀγώνων ἀντάξιον ἔπαθλον· * τὴν γὰρ πατρίδα λιπὼν τὴν ἐπίγειον, * τῆς οὐρανίου οἰκήτωρ γεγένησαι· * ὅθεν πάντες σὲ πίστει καὶ πόθῳ

γεραίρομεν· * χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.

ἈπολυτίκιονἹερομάρτυροςΚοσμᾶτοῦΑἰτωλοῦ. Ἦχοςγ’.Θείαςπίστεως.

Κόσμον ηὔγασας Πνεύματι θείῳ, * κόσμον ἤνεγκας τῇ ᾿Εκκλησίᾳ, *

κόσμημα θεῖον, πιστῶν τὸ προπύργιον, * ταῖς διδαχαῖς σὺ τὸ Γένος

ἐφώτισας * καί τῆς δουλείας τὰ σκότη διέλυσας, * Κοσμᾶ ῞Αγιε· τῶν

᾿Αποστόλων ὁμότροπε, * Χριστὸν τὸν Θεὸν ἱκέτευε * κοσμῆσαι τὰς

ψυχὰς τῶν ἀνυμνούντων σε.

ἈπολυτίκιονΝεομάρτυροςΓεωργίου.

Ἦχοςπλ.α’.ΤὸνσυνάναρχονΛόγον.

Τὸν πανεύφημον Μάρτυν Χριστοῦ Γεώργιον, * Τσουρχλιωτῶν δέ τὸ

κλέος καὶ πολιοῦχον λαμπρόν, * ἐν ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν· *

ὅτι ἐνήθλησε στερρῶς,* καὶ κατήνεγκεν ἐχθρόν, τοῦ Πνεύματος τῇ

δυνάμει· * καὶ νῦν ἀπαύστως πρεσβεύει, * ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ἈπολυτίκιονΝεομάρτυροςΔημητρίου. Ἦχοςα’.Τῆςἐρήμουπολίτης.

Σαμαρίνης τὸν γόνον εὐσεβῶν τὸ κραταίωμα, * τὸν νεοφανῆ

Ἀθλοφόρον, τοῦ Σωτῆρος Δημήτριον, * τιμήσωμεν συμφώνως οἱ πιστοί·

* ἀθλήσας γὰρ στερρῶς ὑπὲρ Χριστοῦ, * Ἐκκλησίας ἀνεδείχθη νέος

ἀστήρ, * καὶ τῶν βοώντων πρόμαχος· * δόξα τῷ δεδωκότι σοι ἰσχύν, * δόξα τῷ σὲ θαυμαστώσαντι, * δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.

ἈπολυτίκιονΕθνοϊερομάρτυροςΑιμιλιανού.*

Ἦχοςα’.Τῆςἐρήμουπολίτης.

Ὀρθοδόξων τήν πίστην καί Ἑλλήνων τό φρόνημα, * Αἰμιλιανὲ Ἱεράρχα

διὰ βίου ὀρθότητος, * ἐδίδαξας κηρύττειν εὐθαρσῶς,* τοῖς πᾶσιν θείον

λόγον τοῦ Χριστοῦ * Διὰ τοῦτο ὡς ποιμένα καὶ ἀθλητήν * τῶν Γρεβενῶν

κραυγάζοντες, * δόξα τῷ παρασχόντι σοι Ἰσχύν, * δόξα τῷ σὲ

στεφανώσαντι, * δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πάσι τὴν ἄφεσιν.

[2]

Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.