ΕΡΧΟΜΕΝΟΙ ΠΡΟΣ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΑΝ

Page 1

ΕΡΧΟΜΕΝΟΙ ΠΡΟΣ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΑΝ Σύνταξις κειμένων ὑπὸ Χρῆστου Παν. Νανέρη Γρεβενά, 2021
ΕΡΧΟΜΕΝΟΙΠΡΟΣΤΗΝΧΡΙΣΤΟΥΓΕΝΝΑΝ 2 ΚύριεἡμῶνἸησοῦΧριστὲἐλέησοντούςδούλουςΣου, Χρῆστον,ΔήμητρακαίἌνναν.

ΕΡΧΟΜΕΝΟΙΠΡΟΣΤΗΝΧΡΙΣΤΟΥΓΕΝΝΑΝ

ΕΡΧΟΜΕΝΟΙΠΡΟΣΤΗΝΧΡΙΣΤΟΥΓΕΝΝΑΝ

ὉΚανονάρχης·1

(ἐκφώνως) Πρόσχωμεν. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.

(εἶταἀναγινώσκει) Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν·

εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ

γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ

Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς

Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν

ἄνθρωπον, ὡς φιλάνθρωπος.

ὉΧορός·ψάλλειτόΚοινωνικόνμετάστίχωνἐκτῆςἐκλογής

ψαλμῶνεἰςτὴνΓέννησιντοῦΚυρίουκαίΘεοῦκαίΣωτῆρος

ἡμῶνἸησοῦΧριστοῦ, εἰςἦχονπλ.α΄.

Κοινωνικὸν

Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι

αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ

Στίχ. Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.

Στίχ. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, κ ` ἀγαλλιάσθω ἡ γῆ.

Στίχ. Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, κ ` ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν

ἐποίησε.

Στίχ. Μήτηρ Σιῶν ἐρεῖ ἄνθρωπος, κ` ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.

Στίχ. Κᾀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς

βασιλεῦσι τῆς γῆς.

Στίχ. Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.

Στίχ. Τίς Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς.

Στίχ. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος καὶ οὐ

μεταμεληθήσεται

Στίχ. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Στίχ. Κύριος εἶπε πρός με υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.

1 Θεοτοκίον Προεόρτιον. Ἦχος β'. Κυπριανοῦ, 20η Δεκεμβρίου.

3
ΚαίπάλιντόΚοινωνικὸν
Λύτρωσιν
Ἀλληλούϊα. [ΤΕΛΟΣ]
.
ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ.

ὉΚανονάρχηςἀναγινώσκει·2

Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς

εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.

ὉΧορός·ψάλλειΙαμβικαίΚαταβασίαιτῆςΚυριακῆςπρότῶν Χριστουγέννων, εἰςἦχονα΄.

ᾨδὴα’.

βρεφουργεῖται

τὴν ἡμῶν ὡς εὔσπλαχνος καινουργῶν φύσιν·

προθύμως δεῦτε γηγενεῖς τῇ καρδίᾳ

ᾆσμα μελῳδὸν ᾄσωμεν τῷ Δεσπότῃ· εἰς αἰῶνας ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴε’.

Ὦ παντεπόπτα τῶν ἀνάκτων τὸ κλέος

τίς σου τὸ φιλάνθρωπον γηγενῶν οὐ θαυμάσει;

ἐν γῇ γὰρ ὤφθης μὴ λιπὼν τὰ πατρῷα

σήμερον πᾶσαν ἐγκαινίζων τὴν φύσιν

καὶ εἰρήνην ὡς μόνος εἰρηνάρχης βραβεύων.

ᾨδὴζ’.

Ὡς οἱ παῖδες πάλαι σοι κράζομεν, Λόγε·

γενοῦ σῶν δούλων ἕρκος φύλαξ καὶ σκέπη

καὶ σῶσον πάντας προσβολῆς ἐναντίας

ὅπως ὑμνοῦντές σε σοῖς γενεθλίοις

εἰς αἰῶνας λέγομεν· εὐλογητὸς εἶ.

ᾨδὴθ’.

Χαίροις, πάναγνε θεοδέγμον Μαρία, χαίροις, ἄχραντε τῶν πεπτωκότων βάσις·

ἐν σοὶ γὰρ ὤφθη σήμερον ὁ Δεσπότης

ὦ θαῦμα! καινουργῶν τοὺς φθαρέντας

καὶ πρὸς φῶς ἐπανάγων τὸ ἀνέσπερον, κόρη. [ΤΕΛΟΣ]

2 Θεοτοκίον Προεόρτιον. Ἦχος β'. Κυπριανοῦ. 23η Δεκεμβρίου.

4
ΕΡΧΟΜΕΝΟΙΠΡΟΣΤΗΝΧΡΙΣΤΟΥΓΕΝΝΑΝ
Χριστὸς ἐν πόλει Βηθλεὲμ

ΕΡΧΟΜΕΝΟΙΠΡΟΣΤΗΝΧΡΙΣΤΟΥΓΕΝΝΑΝ

ὉΚανονάρχηςἀναγινώσκει·3

Σιὼν πανηγύριζε, Ἱερουσαλὴμ εὐφραίνου, Πόλις Χριστοῦ τοῦ

Θεοῦ, ὑπόδεξαι τὸν Κτίστην, ἐν Σπηλαίῳ καὶ Φάτνῃ

χωρούμενον· ἀνοίξατέ μοι πύλας, εἰσελθὼν ἐν αὐταῖς, ὄψομαι

τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τῇ δρακὶ συνέχοντα τὴν

κτίσιν, ὃν ὑμνοῦσιν Ἄγγελοι, ἀκαταπαύστῳ φωνῇ· Ζωοδότην

Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

ὉΧορός·ψάλλειτάτροπάρια·4

Ἦχοςβ'ΟἶκοςτοῦἘφραθᾶ

Πάντων τῶν Προφητῶν, πληροῦνται αἱ προρρήσεις· ὁ

Χριστὸς γὰρ γεννᾶται, ἐν Βηθλεὲμ τῇ πόλει, ἐκ τῆς ἁγνῆς

θεόπαιδος.

Στίχ. Κύριος εἶπε πρὸς με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.

Δόξα τῶν γηγενῶν, καὶ καύχημα καὶ κλέος, Βηθλεὲμ ἡ τιμία, μητρόπολις ἡ θεία, ὑπόδεξαι τὸν Κτίστην σου.

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως

ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου..

Μύρισον Βηθλεέμ, τὴν Φάτνην τὴν ἁγίαν· ἐν σοὶ γὰρ ὁ

Δεσπότης, προσεφαπλοῖ ἀκτῖνας, τῆς ἑαυτοῦ Θεότητος.

3 Θεοτοκίον Προεόρτιον. Ἦχος πλ. β'. 21η Δεκεμβρίου.

4 Στιχηρὰ Προσόμοια, Προεόρτια. 21η Δεκεμβρίου.

5

ΕΡΧΟΜΕΝΟΙΠΡΟΣΤΗΝΧΡΙΣΤΟΥΓΕΝΝΑΝ

ὉΚανονάρχηςἀναγινώσκει·5

Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ Κόρῃ

Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ

αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ

Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν Σωτηρίαν, ἐν φάτνῃ

σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

ὉΧορός·ψάλλειτάτροπάρια·6

Ἦχοςβ'ΟἶκοςτοῦἘφραθᾶ

Ἔρχεται ὁ Χριστός, τὸν πονηρὸν συντρίψαι, φωτίσαι τοὺς ἐν

σκότει, καὶ λῦσαι τοὺς δεσμίους· αὐτῷ προϋπαντήσωμεν.

Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.

ᾌσατε Πατριαί, Ἐθνῶν αἶνον καὶ δόξαν, οἱ Μάγοι μετὰ

δώρων, Ποιμένες ἀγραυλοῦντες, προθύμως ἐπισπεύσατε.

Στίχ. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν

Μελχισεδέκ.

Χαῖρε ἡ Βηθλεέμ· ἐπέστη ὁ ποιμαίνων, τὸν Ἰσραὴλ ὁ σῴζων·

οὐκέτι ἐλαχίστη, τοῖς Ἰουδαία ἄρχουσιν.

5 Θεοτοκίον Προεόρτιον. Ἦχος δ'. 22α Δεκεμβρίου.

6 Στιχηρὰ Προσόμοια, Προεόρτια. 22α Δεκεμβρίου.

6

ΕΡΧΟΜΕΝΟΙΠΡΟΣΤΗΝΧΡΙΣΤΟΥΓΕΝΝΑΝ

ὉΚανονάρχηςἀναγινώσκει·7

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ

ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ

τρισόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες,

τὸν τρισάγιον ὕμνον μελῳδήσατε.

ὉΧορός·ψάλλειτάτροπάρια·8 Ἦχοςβ'ΟἶκοςτοῦἘφραθᾶ.

Οἶκος τοῦ Παντουργοῦ, ἐδείχθης ὦ Παρθένε· ἐν σοὶ γὰρ

ἐνοικήσας, ὁ Κύριος τῆς δόξης, τεχθῆναι νῦν προέρχεται.

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους

κατασκίου δασέος.

Νέον ἐν Βηθλεέμ, παιδίον ἐκ Παρθένου, Θεὸς ὁ πρὸ αἰώνων, ἐν

φάτνῃ τῶν ἀλόγων, γεννᾶται, ὢ τοῦ θαύματος!

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε

κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.

Τάξεις αἱ νοεραί, Ἀγγέλων ἐν ὑψίστοις, Θεῷ μετὰ Ποιμένων, βοήσατε καὶ Μάγων, τῷ τικτομένῳ δόξα σοι.

7 Θεοτοκίον. Προεόρτιον. Ἦχος πλ. δ'. 24η Δεκεμβρίου.

8 Στιχηρὰ Προσόμοια, Προεόρτια. 24η Δεκεμβρίου.

7

ΕΡΧΟΜΕΝΟΙΠΡΟΣΤΗΝΧΡΙΣΤΟΥΓΕΝΝΑΝ

ὉΚανονάρχης·9 (ἐκφώνως) Πρόσχωμεν.

(εἶταἀναγινώσκει) Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ

γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι

τεχθῆναι, ἐκ κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν

ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ

εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ ὢν, γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων

τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

ὉΧορός·ψάλλειτότροπάριον·10

Ἦχοςγ'Τὴνὡραιότητα.

Ἡ κτίσις ἅπασα, προευτρεπίζεται, καθυποδέξασθαι, οἷά περ νήπιον, τὸν ἐν σπηλαίῳ Βηθλεέμ, ἐρχόμενον γεννηθῆναι, Βασιλέα Κύριον, καὶ Θεὸν πάσης κτίσεως, κόσμον

ἀναπλάττοντα, ἐκ φθορᾶς ὡς ηὐδόκησε, καὶ τούτῳ προεόρτιον αἶνον, φέρει ὡς προσφορὰν ἁγίαν.

9 Στιχηρό Ἰδιόμελο, Προεόρτιο Ἦχος α'. Ἀνατολίου. 20η Δεκεμβρίου.

10 21η Δεκεμβρίου, Ἀκολουθία Ἁγίου Μάρτυρος Θεμιστοκλέους, Γερασίμου Μοναχοῦ

Μικραγιαννανίτου.

8
[ΤΕΛΟΣ]

Turn static files into dynamic content formats.

Create a flipbook
Issuu converts static files into: digital portfolios, online yearbooks, online catalogs, digital photo albums and more. Sign up and create your flipbook.
ΕΡΧΟΜΕΝΟΙ ΠΡΟΣ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΑΝ by Χρήστος Νανέρης - Issuu