Issuu on Google+

© www.astrothesaurus.gr

Περὶ ἐνιαυτοῦ καὶ µηνὸ̋ καὶ ἡµέρα̋ «Ὅσα δ’ ἂν ἡ γένεσι̋ ἔτη διάγῃ, ταῦτα ἀπὸ τοῦ ὡροσκοποῦντο̋ ζῳδίου διεκβάλλοµεν.»

∆ιδάξα̋ ἡµᾶ̋ ὁ ἀστρολόγο̋ τὴν µέθοδον, δι’ ἧ̋ δυνάµεθα εὑρίσκειν τὸν ὡροσκόπον καὶ τὸ µεσουράνηµα, τὰ νῦν ἀνάγει ἡµᾶ̋ καὶ πρό̋ τινα µέθοδον ἀποτελέσµατο̋, δι’ ἧ̋ δυνάµεθα προλέγειν πάντα τὰ κατὰ τὸν βίον συµβαίνοντα χρηστά τε καὶ φαῦλα, οὐ µόνον δὲ τὰ συµβαίνοντα χρηστά τε καὶ φαῦλα, ἀλλὰ καὶ πότε συµβήσεται, τουτέστι ποίῳ ἐνιαυτῷ, καὶ οὐ µόνον ποίῳ ἔτει, ἀλλὰ καὶ ποίῳ µηνί, καὶ οὐ µόνον ποίῳ µηνί, ἀλλὰ καὶ ποίᾳ ἡµέρᾳ, καὶ οὐ µόνον ποίᾳ ἡµέρᾳ, ἀλλὰ καὶ ποίᾳ ὥρᾳ. Ἡ δὲ µέθοδο̋ αὕτη· χρὴ λαβεῖν τὸ ἔτο̋, ὅπερ αὐτὸ̋ λέγει, περὶ οὗ ἐστιν ἡ σκέψι̋, πόσον ἐστὶν ἀπὸ γενέσεω̋ µέχρι τῆ̋ γενεθλιακῆ̋ ὥρα̋ τοῦ ἔτου̋, ἐν ᾗ γίνεται ἡ σκέψι̋, εἶτα ζητεῖν τὸ ζῴδιον τὸ ὡροσκοπῆσαν αὐτοῦ τὴν γένεσιν καὶ τὸν κύριον τοῦ ζῳδίου ἐκείνου, τί̋ ἐστι, καὶ τὸν µὲν πρῶτον ἐνιαυτὸν διδόναι τῷ ὡροσκόπῳ, τὸν δὲ δεύτερον τῷ µετ’ αὐτὸν ζῳδίῳ, τὸν τρίτον τῷ τρίτῳ, τὸν τέταρτον τῷ τετάρτῳ καὶ ἐφεξῆ̋ οὕτω̋, ἕω̋ οὗ πληρωθῶσι τὰ δώδεκα ζῴδια εἰ̋ δώδεκα ἔτη, καὶ πάλιν τὸ ιγʹ ἔτο̋ διδόναι χρὴ τῷ ὡροσκόπῳ, τὸ ιδʹ τῷ δευτέρῳ καὶ οὕτω̋ ἐφεξῆ̋, µέχρι̋ οὗ φθάσει τὸ ἔτο̋ ἐκεῖνο, ἐν ᾧ γίνεται ἡ σκέψι̋. ἐπὰν δὲ φθάσῃ, σκόπησον, ποῖόν ἐστι ζῴδιον τὸ καταλειφθὲν εἰ̋ τὸ ἔτο̋ ἐκεῖνο τὸ ἐνεστηκὸ̋ ἀπὸ τῆ̋ γενεθλιακῆ̋ ὥρα̋, καὶ ἐπὰν εὕρῃ̋ τὸ ζῴδιον, σκόπει, τί̋ ἐστιν ὁ κύριο̋ τοῦ ζῳδίου, οἷον Κρόνο̋ ἢ Ζεὺ̋ ἢ Ἀφροδίτη ἢ Ἥλιο̋ ἢ Ἑρµῆ̋ ἢ Ἄρη̋ ἢ Σελήνη. ὃν γὰρ εὕρῃ̋ κύριον τοῦ ζῳδίου, αὐτό̋ ἐστιν ὁ κύριο̋ τοῦ ἐνιαυτοῦ ἐκείνου, οἷον <εἰ> Ταῦρο̋ ἢ Ζυγὸ̋ ἐνέπεσεν εἰ̋ ἐκεῖνο τὸ ζῴδιον, ἀφροδισιακὸν κάλει ἐκεῖνο, εἰ ∆ίδυµοι ἢ Παρθένο̋ ἑρµἀκόν, καὶ ἐπὶ τῶν ἄλλων ὁµοίω̋, εἶτα ἐπὰν εὕρῃ̋ τὸν κύριον τοῦ ἔτου̋, σκόπησον ταῦτα. -1-


© www.astrothesaurus.gr

Πρῶτον µέν, πῶ̋ εἶχεν ἐν τῇ γενέσει τοῦτο τὸ ζῴδιον καὶ ὁ κύριο̋ αὐτοῦ, ἆρα ἐν αὐτῷ ἦν τῷ ζῳδίῳ, τουτέστι ἐν ἰδίῳ οἴκῳ, ἀλλὰ κἂν µὴ ἦν ἐν αὐτῷ, ἐσχηµάτιζεν αὐτὸ κατὰ τρίγωνον ἢ τετράγωνον ἢ ἑξάγωνον ἢ διάµετρον, καὶ πότερον ὑπὸ ἀγαθοποιῶν ἀστέρων ἐβάλλετο τηνικαῦτα τὸ ζῴδιον ἢ καὶ ὁ κύριο̋ αὐτοῦ τοῦ ζῳδίου ἢ πᾶν τοὐναντίον, οὔτε ἐν τῷ οἰκείῳ ζῳδίῳ ἦν ὁ ἀστὴρ ἐν τῇ συµπήξει, ἀλλ’ ἀπόστροφο̋ ὑπῆρχεν αὐτοῦ οὔτε ἀγαθοποιὸ̋ ἐσχηµάτιζε τὸ ζῴδιον ἢ τὸν κύριον αὐτοῦ, τοὐναντίον δὲ κακοποιὸ̋ ἐσχηµάτιζε τὸ αὐτό. ∆εύτερον δὲ σκοπεῖν ὡσαύτω̋ καὶ ἐν τῇ γενεθλιακῇ ὥρᾳ τοῦ ἐνιαυτοῦ ἐκείνου, ὅπω̋ ἔχει τὸ ζῴδιον ἐκεῖνο καὶ ὁ κύριο̋ αὐτοῦ, –ταὐτὸν δὲ εἰπεῖν– οἱ κύριοι τοῦ ἐνιαυτοῦ ἐκείνου, πότερον ἐν τῷ αὐτῷ ζῳδίῳ ὑπάρχει ἤ, κἂν µὴ ὑπάρχει, βάλλει αὐτὰ κατὰ τρίγωνον ἢ τετράγωνον ἢ ἑξάγωνον ἢ διάµετρον, βάλλουσι δὲ αὐτὸ καὶ ἀγαθοποιοὶ ἀστέρε̋ κατὰ σχῆµα ἤ εἰσι ἐν αὐτῷ, ἢ τὰ ἐναντία πάντα, τουτέστι καὶ ὁ κύριο̋ τοῦ ζῳδίου καὶ τοῦ ἐνιαυτοῦ ἀπόστροφό̋ ἐστι ἀπὸ τοῦ ζῳδίου καὶ τοὐναντίον κακοποιοὶ σχηµατίζουσι αὐτὸ ἢ ἐνυπάρχουσιν ἐν αὐτῷ. ἀλλ’ εἰ µὲν τὰ πρῶτα εἴη, πάντα ἀγαθά, καὶ ἐκεῖνα γενήσεται ἀγαθὰ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, ὧν ἐστι κύριο̋ ὁ τόπο̋, ἐν ᾧ εὑρέθη τὸ ζῴδιον ἐκεῖνο τὸ ἐπικρατοῦν τοῦ ἔτου̋ κατὰ τὴν σύµπηξιν τῆ̋ γενέσεω̋, οἷον ἐὰν εὑρεθῇ κατὰ τὸν καιρὸν τῆ̋ συµπήξεω̋ ἐν ἐκείνῳ τῷ ζῳδίῳ τέταρτο̋ τόπο̋, τηνικαῦτα ἐν ἐκείνοι̋ τοῖ̋ πράγµασιν εὐτυχήσει ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, ὧν ἐστι κύριο̋ ὁ τόπο̋ ὁ τέταρτο̋, οἷον ἐπὶ γονεῦσιν καὶ γονικοῖ̋, ἐπὶ πατρίδι ἢ οἰκίᾳ, ἐπὶ θεµελίοι̋, ἐπὶ ἐνδυµενίᾳ, ἐπὶ πλοίοι̋, ἐπὶ κοινωνίᾳ, καὶ ἁπλῶ̋ εἰπεῖν, ὅσα ὁ τέταρτο̋ τόπο̋ ἐπέχει οὐ µόνον δέ, ἀλλὰ καὶ ὧν ἐστιν ὁ κύριο̋ τοῦ ζῳδίου δεσπότη̋, καὶ ἐκ τούτων εὐτυχήσει, οἷον εἰ ὁ Ἑρµῆ̋ ἐστιν [ὁ κύριο̋], ἐν -2-


© www.astrothesaurus.gr

λόγοι̋ εὐδοκιµήσει τὸν ἐνιαυτὸν ἐκεῖνον, εἰ ἡ Ἀφροδίτη, ἐκ γυναικὸ̋ καὶ ἁπλῶ̋ ὑπὸ θηλυκῶν προσώπων. εἰ δὲ καὶ ὁ γάµο̋ ἐστὶν ἐν αὐτῷ τῷ ἐνιαυτῷ, συµφερόντω̋ γαµήσει. Εἰ δὲ ὁ πέµπτο̋ τόπο̋ ἐστὶν ἐκεῖνο τὸ ζῴδιον κατὰ τὴν γένεσιν, σκοπεῖν δεήσει, ὧν ἐστι κύριο̋ ὁ πέµπτο̋ τόπο̋. ταῦτα δὲ ἐν τῇ πινακικῇ ἐπισκέψει εὑρήσει̋. σκοπεῖν δὲ χρὴ καὶ τοὺ̋ βάλλοντα̋ κατὰ σχῆµα ἀγαθοποιοὺ̋ τῷ ζῳδίῳ τῷ ἐπέχοντι τὸ ἔτο̋· καὶ γίνονται τὰ ἐκ τούτων ἀγαθὰ τῷ ἐνιαυτῷ ἐκείνῳ. εἰ δὲ πάντα ἐναντία εὑρεθῶσιν, µέγιστα κακὰ γενήσεται ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ καὶ µάλιστα ἐκείνων τῶν πραγµάτων, ὧν ἐπέχει ὁ τόπο̋, ἐν ᾧ ἦν τὸ ζῴδιον ἐκεῖνο κατὰ τὴν σύµπηξιν, καὶ ὧν ἐπέχουσι οἱ κακοποιοὶ ἀστέρε̋. [ἔστι] δὲ καὶ ἄπρακτο̋ µάλιστα ὁ ἐνιαυτό̋, ἐὰν ἀπόστροφο̋ ᾖ ὁ κύριο̋ τοῦ ζῳδίου τοῦ οἰκείου ζῳδίου, ὥσπερ ἐν αὐτῷ, εἰ µὲν ἐσχηµάτιζεν αὐτό, πρακτικὸ̋ ἂν ἦν. ἀλλ’ ἐπειδὴ οὐκ ἐνδέχεται, ἢ πάνυ κατὰ τὸ σπανιώτατον, εὑρεθῆναι πάντα ὑφ’ ἕν, ἵνα καὶ ὁ κύριο̋ τοῦ οἴκου [ᾖ] ἐν αὐτῷ ἢ σχηµατίζῃ αὐτὸ καὶ ἵνα ἀγαθοποιοὶ µὲν σχηµατίζωσι αὐτὸν καὶ κατὰ τὴν σύµπηξιν τῆ̋ γενέσεω̋ καὶ κατὰ τὴν γενεθλιακὴν ἡµέραν, ἀπόστροφο̋ δὲ εἴη τῆ̋ τῶν κακοποιῶν ἐπιµαρτυρήσεω̋ καὶ τὸ ζῴδιον τὸ ἐπέχον τὸν ἐνιαυτόν, ἢ τοὐναντίον πάντα εὑρεθῆναι ἐναντία, [ἀλλ’ ὡ̋] ἐπὶ τὸ πλεῖστον ἀναµὶξ πάντα ὑπάρχουσιν καὶ τὰ χρηστὰ καὶ τὰ φαῦλα, σκοπεῖν δεήσει, εἴ τινε̋ ἐπικρατοῦσι µᾶλλον καὶ ποῖά εἰσι καὶ πόσα τὰ ἐπέχοντα, τὰ ἀξιολογώτερα, κἀκείνοι̋ τίθεσθαι καὶ αὐτὰ ἀποφαίνεσθαι. Ἀξιολογικώτερον δὲ πάντων ἐστὶ τὸ εἶναι ἐν τῷ οἰκείῳ ζῳδίῳ τὸν κύριον τοῦ ἐνιαυτοῦ ἀστέρα ἢ πάντω̋ σχηµατίζειν αὐτόν, ὥσπερ γε κακὸν καὶ ἄπρακτον τὸ ἀπόστροφον αὐτὸν εἶναι.

-3-


© www.astrothesaurus.gr

<Περὶ ἐνιαυτοῦ> Ὑποδείγµατο̋ χάριν· Ἐχέτω τι̋ τὸν ὡροσκόπον Λέοντα, ἔστω δὲ ἐτῶν κζ΄. θέλοµεν γνῶναι, ποῖον διάξει τὸ κζʹ ἔτο̋ εἴτε ἀγαθὸν εἴτε φαῦλον· ποιοῦµεν οὕτω̋· τὸ µὲν πρῶτον αὐτὸ ἔτο̋ παρέχωµεν τῷ ὡροσκόπῳ, ταὐτὸν δὲ εἰπεῖν τῷ Λέοντι, τὸ δεύτερον τῷ ἐπαναφεροµένῳ τῷ ὡροσκόπῳ, τουτέστι τῇ Παρθένῳ, τὸ τρίτον τῷ Ζυγῷ καὶ ἐφεξῆ̋ οὕτω̋ ἕω̋ τῶν δώδεκα ἐτῶν τὰ δώδεκα ζῴδια. Πάλιν τὸ ιγʹ ἔτο̋ διδόαµεν τῷ ὡροσκόπῳ, τουτέστι τῷ Λέοντι, τὸ ιδʹ [τῇ Παρθένῳ] καὶ οὕτω̋ ἐφεξῆ̋ µέχρι τοῦ κδʹ ἔτου̋. τὸ δὲ κεʹ ἔτο̋ παρέχοµεν πάλιν τῷ ὡροσκόπῳ Λέοντι, τὸ κoʹ τῇ Παρθένῳ, τὸ κζʹ τῷ Ζυγῷ, καὶ λέγοµεν, ὅτι ἀφροδισιακόν ἐστι τὸ τέλο̋, ἐπειδὴ δεσπότη̋ ἐστὶν ἡ Ἀφροδίτη τοῦ Ζυγοῦ. εἶτα σκοποῦµεν ἐκεῖνα τὰ προειρηµένα, πρότερον µὲν πῶ̋ εἶχεν ἐν τῇ γενέσει ἡ Ἀφροδίτη καὶ τὸ ζῴδιον τοῦτο, ἆρα ἐσχηµάτιζεν αὐτὸ ἢ ἐν αὐτῷ ἦν, ἢ τοὐναντίον ἀπόστροφο̋ ἦν αὐτῷ, ἔπειτα, ἆρα ἀγαθοποιοὶ ἔβαλλον ἐν τῷ Ζυγῷ ἢ κακοποιοί, καὶ ἆρα ὑπὸ ἀγαθοποιῶν ἐβάλλετο ἡ Ἀφροδίτη τηνικαῦτα ἢ ὑπὸ κακοποιῶν. ὡσαύτω̋ δὲ πάλιν τὰ αὐτὰ πάντα ζητοῦµεν καὶ ἐν τῇ γενεθλιακῇ ὥρᾳ. καὶ εἰ µὲν εὕρω, ὅτι σχηµατίζει τὸν Ζυγὸν ἡ Ἀφροδίτη ἢ ἐν αὐτῷ ἐστιν, λέγω ὅτι πρακτικὸν τὸ ἔτο̋ καὶ ἀγαθόν, µάλιστα δέ, εἰ καὶ ὑπὸ ἀγαθοποιῶν ἀστέρων βάλλεται ἡ Ἀφροδίτη τηνικαῦτα, ἢ ἐν καλῷ τόπῳ ἐστί, τουτέστι ἔγκεντρο̋ ἢ ἐν Ἀγαθῷ ∆αίµονι ἢ ἀποκλίµατι ἢ ἐν Ἀγαθῇ Τύχῃ. τηνικαῦτα γὰρ καὶ τὰ ἀπ’ αὐτῆ̋ παρέχει, ἐπαφρόδιτον γὰρ καὶ ἐπίχαρι ποιήσει τὸ ἔτο̋ καὶ τὰ̋ ἀπὸ γυναικῶν ὠφελεία̋ παρέξει πολλά̋. εἰ δὲ καὶ γαµήσει ἐν αὐτῷ τῷ ἔτει, καλὸν παρὰ τὰ̋ σκέψει̋· οὐ µόνον δὲ τοῦτο ἀλλὰ καὶ ἀπὸ [τῶν]τοῦ τόπου ἀγαθῶν ἕξει, ὧν ἐστι κύριο̋ ὁ τόπο̋, ἐν ᾧ εὑρέθη ὁ Ζυγὸ̋ κατὰ τὴν σύµπηξιν.

-4-


© www.astrothesaurus.gr

Εὑρέθη δὲ ἐν τῷ τρίτῳ τόπῳ, τῷ περὶ θεᾶ̋, ἐπειδὴ ὡροσκόπο̋ ἦν ὁ Λέων· σκοπεῖν οὖν δεήσει τὰ τοῦ τόπου πράγµατα ἐν τῇ πινακικῇ ἐπισκέψει. εἰ δὲ πάντα ἐναντία εὑρεθῇ, χαλεπὸν ἔσται τὸ ἔτο̋. εἰ δὲ µήτε πάντα ἀγαθὰ µήτε πάντα ἐναντία, µέσον ἔσται τὸ ἔτο̋· οἷον εἰ µὲν ἡ Ἀφροδίτη εὑρεθῇ ἀπόστροφο̋ τοῦ ζῳδίου, ἐπειδὴ ἐν Ταύρῳ ἦν, Ἄρη̋ δὲ ἐν αὐτῷ [ἤγουν τῷ Ζυγῷ] ὅσον κατὰ τοῦτο χαλεπώτατον τὸ ἔτο̋ ἐκεῖνο καὶ ἄπρακτον. ἀλλ’ εὑρέθη Ζεὺ̋ ἐν Κριῷ διαµετρῶν τὸν Ζυγόν, ὁ δὲ Ἥλιο̋ καὶ ὁ Ἑρµῆ̋ ἐν τοῖ̋ ∆ιδύµοι̋ ὄντε̋ ἔβαλλον αὐτὸν κατὰ τρίγωνον, καὶ διὰ τοῦτο οὐκ ἐῶσι τὸν Ἄρη κακοποιῆσαι πάνυ πλὴν ἕω̋ τοῦ δοκεῖν· ὑπὸ γυναικῶν µὲν κακίζεται ὁ ἐνιαυτό̋, ἐπειδὴ ὑπ’ οὐδενὸ̋ τῶν ἀγαθοποιῶν σχηµατίζεται ἡ Ἀφροδίτη, τοὐναντίον δὲ βάλλεται ὑπὸ τοῦ Κρόνου κατὰ τετράγωνον ὄντο̋ ἐν τῷ Λέοντι. καὶ οὕτω̋ µὲν καταλαµβάνοµεν ἕκαστον ἐνιαυτόν, ὁποῖό̋ ἐστιν ἢ ἀγαθοποιὸ̋ ἢ κακοποιὸ̋ ἐκ τῆ̋ εἰρηµένη̋ µεθόδου.

<Περὶ µηνό̋> Ἐπειδὴ δὲ οὐκ ἀρκεῖ ἡµῖν τοῦτο τὸ εἰδέναι, ὁποῖό̋ ἐστιν ὁ ἐνιαυτό̋, ἀλλὰ καὶ καθ’ ἕκαστον µῆνα θέλοµεν εἰδέναι, πῶ̋ ἐνδιάξοµεν ἐν αὐτῷ καὶ καθ’ ἑκάστην ἡµέραν καὶ ὥραν, τὸν µῆνα, ὁποῖό̋ ἐστιν, ζητήσοµεν οὕτω̋, ὡ̋ ἐπὶ τοῦ προτεθέντο̋ ὑποδείγµατο̋, ἔνθα ἔπεσεν ὁ τελευταῖο̋ ἐνιαυτό̋, λέγω δὴ ὁ κζʹ· ἔπεσεν δὲ ἐν Ζυγῷ· ἐκεῖσε ἄρχεσθαι δεῖ τῶν µηνῶν· καὶ ὥσπερ τὸ αʹ ἔτο̋ παρείχοµεν τῷ ὡροσκόπῳ καὶ τὸ βʹ τῷ ἐπαναφεροµένῳ καὶ ἐφεξῆ̋ οὕτω̋, καὶ τὸν πρῶτον µῆνα τοῦ ζητουµένου ἔτου̋ δώσοµεν τῷ ζῳδίῳ, ἐν ᾧ ἔπεσεν ὁ ἐνιαυτὸ̋ ἐκεῖνο̋. ὥσπερ ἐπὶ τοῦ προκειµένου γυµνάσοµεν. Ὁ κζʹ ἐνιαυτὸ̋ ἔπεσεν ἐν Ζυγῷ· θέλω γνῶναι, ὁποῖον διάξω τὸν ζʹ µῆνα τοῦ κζʹ ἔτου̋ ἢ πρακτικὸν καὶ χρηστὸν ἢ τοὐναντίον, φαῦλον καὶ ἄπρακτον. ποιῶ οὕτω̋· τὸν αʹ µῆνα τοῦ κζʹ ἔτου̋ δίδωµι τῷ Ζυγῷ, τὸν βʹ τῷ Σκορπίῳ, -5-


© www.astrothesaurus.gr

τὸν γʹ τῷ Τοξότῃ, τὸν δʹ τῷ Αἰγοκέρωτι, τὸν εʹ τῷ Ὑδροχόῳ, τὸν oʹ τοῖ̋ Ἰχθύσιν, τὸν ζʹ τῷ Κριῷ, λέγω ὅτι ἀρἐκό̋ µοί ἐστιν ὁ µὴν ὁ ζʹ. εἶτα σκοπῶ, εἰ ἐν αὐτῷ ἐστιν ὁ Ἄρη̋ ἢ σχηµατίζει αὐτόν· εἰ µὲν ἐν αὐτῷ ἐστιν ἢ σχηµατίζει, λέγω ὅτι πρακτικό̋· εἶτα θεωρῶ, τίνε̋ βάλλουσι κατὰ σχῆµα τὸν Ἄρη καὶ τὸν Κριόν. καὶ εἰ µὲν βάλλει ὁ Ζεὺ̋ ἢ ὁ Ἥλιο̋ ἢ ὁ Ἑρµῆ̋ ἢ ἡ Ἀφροδίτη τὸν Κριὸν ἢ τὸν Ἄρη, λέγω ὅτι καλὸ̋ ἔσται καὶ ἀγαθὸ̋ καὶ ἐπ’ ἀγαθοῖ̋ πρακτικό̋. εἰ µέντοι µηδεὶ̋ τῶν ἀγαθοποιῶν βάλλει ἢ τὸν Ἄρη ἢ τὸν Κριόν, µόνο̋ δὲ ὁ Ἄρη̋ ἐκεῖ ἐστι ἢ ἀκτινοβολεῖ τὸν Κριόν, λέγω ὅτι ἐπὶ κακοῖ̋ ἐστι πρακτικὸ̋ ὁ ζʹ µήν· εἰ δὲ µήτε ὁ Ἄρη̋ βάλλει, παντάπασιν ἄπρακτο̋ καὶ φαῦλο̋ ὁ µὴν ἔσται· οὕτω̋ εὑρίσκοµεν τὸν µῆνα.

<Περὶ ἡµέρα̋> Τὴν δὲ ἡµέραν, ὅπω̋ διαγάγοιµεν, εὑρήσοµεν οὕτω̋· ἀπὸ τοῦ ζῳδίου, ἐν ᾧ ἔπεσεν ὁ µὴν ἐκεῖνο̋, οὗ ζητῶ τὴν ἡµέραν, ἄρχοµαι ἐκβάλλειν τὰ̋ ἡµέρα̋ διδοὺ̋ ἑκάστην ἡµέραν ἑκάστῳ ζῳδίῳ ἐφεξῆ̋, µέχρι ἧ̋ ζητῶ ἡµέρα̋· οἷον ἐπὶ τοῦ προκειµένου ὑποδείγµατο̋ βούλοµαι τοῦ κζʹ ἔτου̋ τοῦ ζʹ µηνὸ̋ τὴν κʹ ἡµέραν γνῶναι, ὁποίαν ἀγάγοιµι· ποιῶ οὕτω̋· τὴν µὲν αʹ ἡµέραν τοῦ ζʹ µηνὸ̋ παρέχω τῷ Κριῷ, εἰ̋ αὐτὸν γὰρ ἔπεσεν ὁ ζʹ µήν· τὴν βʹ τῷ Ταύρῳ, τὴν γʹ τοῖ̋ ∆ιδύµοι̋ καὶ ἐφεξῆ̋ µέχρι τοῦ ιβʹ. πάλιν τὴν ιγʹ τῷ Κριῷ, τὴν ιδʹ τῷ Ταύρῳ, τὴν ιεʹ τοῖ̋ ∆ιδύµοι̋, τὴν ιoʹ τῷ Καρκίνῳ, τὴν ιζʹ τῷ Λέοντι, τὴν ιηʹ τῇ Παρθένῳ, τὴν ιθʹ τῷ Ζυγῷ, τὴν κʹ τῷ Σκορπίῳ· λέγω ὅτι [ἀρἐκή] ἐστι καὶ ἡ κʹ ἡµέρα τοῦ ζʹ µηνό̋, ἐπειδὴ κύριό̋ ἐστι ὁ Ἄρη̋ τοῦ Σκορπίου. Πάλιν ὡσαύτω̋ βλέπω, [εἰ] ἐκεῖ ἐστιν ὁ Ἄρη̋ ἢ σχηµατίζει τὸν Σκορπίον ἢ ἀπέστραπται ἢ οἱ ἀγαθαποιοὶ ἀκτινοβολοῦσι τὸ ζῴδιον ἢ ἀπόστροφοι αὐτοῦ εἰσι, καὶ οὕτω̋ ἀποφαίνοµαι περὶ τῆ̋ ἡµέρα̋ ἐκείνη̋,

-6-


© www.astrothesaurus.gr

ὁποία γενήσεται εἴτε ἀγαθὴ εἴτε κακή, ὥσπερ καὶ ἐπὶ τοῦ µηνό̋· ὡσαύτω̋ δὲ καὶ ἐπὶ πάση̋ ἡµέρα̋ ποιητέον.

<Περὶ ὥρα̋> Ὅπω̋ δὲ γνοίηµεν ἑκάστην ὥραν, εἴτε µετ’ εὐθυµία̋ εἴτε µετ’ ἀθυµία̋ γενήσεται, ποιήσοµεν οὕτω̋· τὴν αʹ ὥραν τῆ̋ ἡµέρα̋ ἐκείνη̋, [ἧ̋] ζητοῦµεν τὴν ὥραν, παράσχωµεν τῷ ζῳδίῳ, ἐν ᾧ ἔπεσεν ἡ ἡµέρα ἐκείνη· τὴν δὲ βʹ τῷ µετ’ αὐτό, τὴν γʹ ἐφεξῆ̋ τῷ µετ’ αὐτό, µέχρι τῆ̋ ὥρα̋, ἧ̋ ζητοῦµεν· οἷον ὡ̋ ἐπὶ τοῦ προτεθέντο̋ ὑποδείγµατο̋· ζητῶ τῆ̋ κʹ ἡµέρα̋ τοῦ ζʹ µηνὸ̋ τὴν θʹ ὥραν, ποίαν µέλλω διάξειν. καὶ ποιῶ οὕτω̋· τὴν µὲν αʹ ὥραν παρέχω τῷ Σκορπίῳ. ἐν τούτῳ γὰρ ἐνέπεσεν ἡ κʹ ἡµέρα τοῦ ζʹ µηνό̋, τὴν βʹ τῷ Τοξότῃ, τὴν γʹ τῷ Αἰγοκέρωτι, τὴν δʹ τῷ Ὑδροχόῳ, τὴν εʹ τοῖ̋ Ἰχθύσιν, τὴν oʹ τῷ Κριῷ, τὴν ζʹ τῷ Ταύρῳ, τὴν ηʹ τοῖ̋ ∆ιδύµοι̋, τὴν θʹ τῷ Καρκίνῳ. λέγω ὅτι σεληνιακή ἐστιν ἡ ὥρα ἡ θʹ τῆ̋ κʹ ἡµέρα̋. Λοιπὸν σκοπῶ, πῶ̋ ἔχει ἡ Σελήνη καὶ πῶ̋ ὁ Καρκίνο̋, πότερον ἐν αὐτῷ ἐστι ἡ Σελήνη τῷ Καρκίνῳ ἢ σχηµατίζει αὐτὸν ἢ τοὐναντίον ἀπόστροφό̋ ἐστι αὐτοῦ, καὶ πότερον ὑπὸ ἀγαθοποιῶν ἀκτινοβολεῖται ἡ Σελήνη καὶ ὁ Καρκίνο̋ ἢ ὑπὸ κακοποιῶν· καὶ οὕτω̋ ἀποφαίνοµαι καὶ περὶ τῆ̋ ὥρα̋ ὥσπερ ἐπὶ τοῦ µηνὸ̋ καὶ τῆ̋ ἡµέρα̋. ταῦτα παραδίδωσι ἡ µετὰ χεῖρα λέξι̋.

-7-


http://www.astrothesaurus.gr/sites/default/files/bibliothiki/elliniki/olympiodorus/16_peri_eniaytou_