Issuu on Google+

© www.astrothesaurus.gr

Περὶ διεπόντων Καὶ ταῦτα µὲν περὶ πολευόντων. ἐπεὶ δὲ καὶ διεπόντων ἐµνήσθηµεν, ἀναγκαῖον εἰπεῖν καὶ περὶ τούτου. διέπειν λέγονται οὐχ ἕκαστο̋ ἑκάστην ἡµέραν τελείαν, ἀλλά τινα̋ τῶν τοῦ νυχθηµέρου ὡρῶν. ἔστι δὲ ἡ µέθοδο̋ τοῦ καὶ τοὺ̋ διέποντα̋ ἑκάστην τῶν τοιούτων ὡρῶν εἰδέναι αὕτη· ἕκαστο̋ ἀστὴρ ὁ πολεύων τήνδε τὴν ἡµέραν ἐκεῖνο̋ λέγεται διέπειν καὶ τὴν αʹ ὥραν αὐτῆ̋ ἀπὸ ἀνατολῆ̋ Ἡλίου καὶ ἔτι τὴν ηʹ καὶ ιεʹ καὶ κβʹ, ὁ δ’ ἐφεξῆ̋ ἀστὴρ µετ’ αὐτὸν κατὰ τὴν τάξιν τῆ̋ θέσεω̋ τῶν σφαιρῶν αὐτῶν τὰ̋ ἐφεξῆ̋ ταῖ̋ εἰρηµέναι̋ ὥραι̋, ἤγουν τὴν βʹ, τὴν θʹ, τὴν ι=ʹ καὶ κγʹ. καὶ πάλιν ὁ ἐφεξῆ̋ ἀστὴρ τὰ̋ ἐφεξῆ̋ ταύται̋ ὥρα̋, καὶ ἐπὶ τῶν ἄλλων ὁµοίω̋. ἵνα δὲ καὶ ἐπὶ ὑποδείγµατι σαφῆ ποιήσωµεν τὰ λεγόµενα, ἔστω ζητεῖν ἡµᾶ̋, τίνε̋ ἀστέρε̋ τίνα̋ τῶν τοῦ νυχθηµέρου ὡρῶν τῆ̋ αʹ ἡµέρα̋ διέπουσι. καὶ ἐπεὶ ὁ Ἥλιο̋ πολεύει τὴν αʹ ἡµέραν, οὗτο̋ διέπει καὶ τὴν αʹ ὥραν αὐτῆ̋, ἔτι τε τὴν ηʹ καὶ ιεʹ καὶ κβʹ. ἐπεὶ δὲ µετὰ τὸν Ἥλιον ἡ Ἀφροδίτη τέτακται ἐν ταῖ̋ σφαίραι̋, ἡ Ἀφροδίτη λέγεται διέπειν τήν τε βʹ ὥραν τῆ̋ αʹ ἡµέρα̋, τὴν θʹ, τὴν ι=ʹ καὶ τὴν κγʹ, καὶ µετὰ τὴν Ἀφροδίτην ὁ Ἑρµῆ̋ τὴν γʹ καὶ ιʹ καὶ ιζʹ καὶ κδʹ καὶ µετὰ τὸν Ἑρµῆν ἡ Σελήνη τὴν δʹ καὶ ιαʹ καὶ ιηʹ αὐτῆ̋. εἶτα ὁ Κρόνο̋ τὴν εʹ καὶ ιβʹ καὶ ιθʹ, καὶ µετ’ αὐτὸν ὁ Ζεὺ̋ τὴν =ʹ καὶ ιγʹ καὶ κʹ, καὶ µετὰ τὸν ∆ία ὁ Ἄρη̋ τὴν ζʹ καὶ ιδʹ καὶ καʹ. Εἶτα, ἐπεὶ ἡ δευτέρα ἡµέρα ἐστὶ τῆ̋ Σελήνη̋, αὕτη διέπει τὴν αʹ ὥραν αὐτῆ̋ καὶ τὴν ηʹ καὶ ιεʹ καὶ κβʹ, καὶ µετὰ τὴν Σελήνην πάλιν ἄνωθεν ἀρξάµενοι λέγοµεν, ὅτι ὁ Κρόνο̋ διέπει τὴν βʹ ὥραν τῆ̋ βʹ ἡµέρα̋, ἔτι τε τὴν θʹ καὶ ι=ʹ καὶ κγʹ. εἶτα µετ’ αὐτὸν ὁ Ζεὺ̋ διέπει τὴν γʹ καὶ ιʹ καὶ ιζʹ καὶ κδʹ, καὶ µετὰ τὸν ∆ία ὁ Ἄρη̋ τὴν δʹ καὶ ιαʹ καὶ ιηʹ, καὶ µετὰ τὸν Ἄρη ὁ Ἥλιο̋ τὴν εʹ καὶ ιβʹ καὶ ιθʹ, καὶ µετὰ τὸν Ἥλιον ἡ Ἀφροδίτη τὴν =ʹ καὶ ιγʹ καὶ κʹ, καὶ µετὰ -1-


© www.astrothesaurus.gr

τὴν Ἀφροδίτην ὁ Ἑρµῆ̋ τὴν ζʹ καὶ ιδʹ καὶ καʹ. καὶ τοῦτο διὰ πάντων τῶν ἀστέρων καὶ πασῶν τῶν τοῦ νυχθηµέρου ἑκάστη̋ ἡµέρα̋ ὡρῶν ἀδιάπτωτον εὑρίσκεται.

-2-


http://www.astrothesaurus.gr/sites/default/files/bibliothiki/elliniki/olympiodorus/12_peri_diepontwn